The words you are searching are inside this book. To get more targeted content, please make full-text search by clicking here.

Ι.ΑΚΟΛΟΥΘΙΕΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Discover the best professional documents and content resources in AnyFlip Document Base.
Search
Published by galilea.gr, 2019-08-21 09:46:36

Ι.ΑΚΟΛΟΥΘΙΕΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Ι.ΑΚΟΛΟΥΘΙΕΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΛΑΡΙΣΗΣ ΚΑΙ ΤΥΡΝΑΒΟΥ

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ

ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

ΛΑ- Ρ1Ι-ΣΑ

-2-

ΑΚΟΛΟΥΘΙΑ

ΚΑΙ ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ

ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ
Τῌ ΚΖ΄ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε ὁ σὸς ἅγιος ναός, ὢν ὑπὸ τὴν γῆν κεκρυμμένος, ἀ-
νεκαλύφθη ἡμῖν, τότε σοῦ ἡ ἄθλησις, κόσμῳ ἐγνώρισται,
ἥν περ πάλαι ἠγώνισαι, Φανούριε Μάρτυς, καὶ κατεπολέ-
μησας, ἐχθρὸν τὸν δόλιον· ὅθεν καὶ ἐν θαύμασι ξένοις, καὶ
ἐν ἀντιλήψεσι πλείσταις, μέγας ἀνεδείχθεις ἐν τοῖς Μάρ-
τυσι.

Ὅτε ἡ εἰκών σου ἡ σεπτή, τῶν σῶν παλαισμάτων τὰ εἴ-
δη, πᾶσιν ὑπέδειξε, τότε κατεπλάγησαν, τὰς τῶν ἀγώνων
σου, ἀριστείας Φανούριε, οἱ ταύτας ἰδόντες, ἃς ἠγνόουν
πρότερον, Χριστὸν δοξάζοντες· ὅθεν καὶ ναὸν ἱερόν σοι,
ἤγειραν τῆς σῆς προστασίας, δαψιλῶς καρπούμενοι τὰς
χάριτας.

Ὅτε αἰχμαλώτους ἱερεῖς, τῇ σῇ πρὸς Χριστὸν ἐλυτρώ-
σω, πρεσβείᾳ Ἅγιε, τότε τῶν θαυμάτων σου, χάρις ἡ ἔνθε-
ος, πανταχοῦ διεξέδραμε, καὶ πάντες προστάτην, ἔσχον σε
θερμότατον, Μάρτυς Φανούριε· ὅθεν ἀπὸ πάσης ἀνάγκης,
ῥύου καθ’ ἑκάστην τρισμάκαρ, τοὺς εἰλικρινῶς σε μακαρί-
ζοντας.

Ῥόδος ἡ περίφημος ἐν σοί, νῆσος ἐγκαυχᾶται καὶ χαί-
ρει, Μάρτυς Φανούριε· θεῖον γάρ σε καύχημα, καὶ ἀντιλή-
πτορα, καὶ μεσίτην θερμότατον, πρὸς Κύριον εὗρε· πᾶσα
δὲ γεραίρει σε, ἡ Ἐκκλησία Χριστοῦ· πᾶσι γὰρ τὰ πρό-
σφορα δίδως, καὶ ἑνὶ ἑκάστῳ παρέχεις, τὰς αἰτήσεις Ἅγιε
καλούμενος.

Δόξα. Ἦχος δ΄.

Ἀθλητικὸν ὑπελθὼν ἀγῶνα, καὶ τοῦ ἀοράτου ἐχθροῦ
τὰς μηχανὰς συντρίψας, ἄγνωστος ἐτέλεις τῇ Ἐκκλησίᾳ,

-1-

γνωστὸς δὲ τῷ Θεῷ, τῷ σὲ λαμπρῶς δοξάσαντι, Μεγαλο-
μάρτυς Φανούριε· ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν, γνωσθεὶς
τοῖς πέρασι, θαυμάτων ῥεῖθρα πηγάζεις, τὴν σὴν πρὸς
Χριστὸν ἐμφαίνων οἰκείωσιν, ὡς νομίμως καὶ καλῶς ἀγω-
νισάμενος! καὶ πᾶσι παρέχεις ταῖς ἱκεσίαις σου, πταισμά-
των ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐ-
λογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,τὴν ἐλπίδα τῶν ψυ-
χῶν ἡμῶν.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μέγας ἐν ἀθληταῖς, Φανούριε ἐδείχθης, μεγίστοις θαυ-
μασίοις, τῶν ἀναγκῶν ἐξαίρων, τοὺς σὲ καλοῦντας Ἅγιε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Νέος ὢν κομιδῇ, τῷ σώματι θεόφρον, καθεῖλες τῇ ἀθλή-
σει, τὸν πάλαι τὴν κακίαν, Φανούριε τεκτήναντα.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ῥῦσαι πάσης ὀργῆς, καὶ βλάβης καὶ ἀνάγκης, τοὺς πί-
στει ἐκτελοῦντας, τὴν ἱεράν σου μνήμην, Φανούριε πανθα-
ύμαστε.

Δόξα. Τριαδικὸν.

Φύσις ἡ τριλαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ
Φανουρίου, παράσχου τῷ λαῷ σου, τὰ πλούσια ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἔλαμψεν ἐξ ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, μορφῇ τῇ ἡ-
μετέρᾳ, Παρθένε Θεοτόκε, καὶ τὴν ἀπάτην ἔλυσε.

Νῦν ἀπολύεις.
ΤὸΤρισάγιον. Τὸ Ἀπολυτίκιον ἐκτοῦ Μεγάλου ῾Εσπερινοῦ.
Ἀπολυτίκον τῆς Ἐφεστίου Ἱ.Εἰκόνος. Ἦχος δ΄. Βασίλειον διάδημα

Φρουρόν καί προστάτην σε, ἡ Ἐνορία ἡμῶν, ὡς δῶρον
κατέχουσα τήν προσφοράν τῶν πιστῶν, ὑπέρ τῶν ψυχῶν
ἡμῶν. Ἡ σεπτή εἰκών σου, ἐκ Μάκρης τῆς Ἀσίας, εὑροῦσα
οἶκον νέον, τήν Ἐκκλησίαν ταύτην. Καί νῦν Φανούριε ἀ-
θλητά, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

Ἀπολυτίκον τοῦ Μεγαλομάρτυρος Ἁγ.Φανουρίου. Ἦχος δ΄.

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον
πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα. Ἄ-
νωθεν ὑμνωδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκ-

-2-

κλησία τήν οὐράνιον δόξαν· ἥν εὗρες πόνοις καί ἄθλοις
τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάν-
τας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδο-
ξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις
τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ
Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τό ἀπ’ αἰῶνος ἀπόκρυφον, καί ἀγγέλοις ἄγνωστον μυ-
στήριον, διά σοῦ Θεοτόκε, τοῖς ἐπί γῆς πεφανέρωται· Θεός
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καί Σταυρόν ἑκουσίως
ὑπέρ ἡμῶν καταδεξάμενος· δι’ οὖ ἀναστήσας τόν πρωτό-
πλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχάς ἡμῶν.

Καὶ Ἀπόλυσις.

-3-

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Ὢτοῦ παραδόξου θαύματος!

Ὢτοῦ παραδόξου θαύματος! ὥσπερ φῶς θαυμαστόν, ὁ
κλεινὸς Φανούριος, ἀνέτειλε τοῖς ἐν γῇ, νεύσει τῇ κρείττο-
νι· ἀδήλως γὰρ τὸν ἐχθρόν, καταβαλὼν δι’ ἀγώνων ἀθλή-
σεως, τοῦ θείου αὐτοῦ ναοῦ, τῇ φανερώσει ἐγνώσθη τοῖς
πέρασιν. Ὅθεν τὴν ἁγίαν μνήμην, τούτου ἑορτάσωμεν, τὸν
Σωτῆρα ὑμνοῦντες, τὸν λαμπρῶς αὐτὸν δοξάσαντα.

Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! σὺ γὰρ ὑπὲρ φύσιν, ἤ-
νυσας παλαίσματα, καὶ μέγας ἐν ἀθληταῖς, ὤφθης Φανού-
ριε· ἐντεῦθεν νεοφανής, τῇ Ἐκκλησίᾳ Χριστοῦ ὤφθης ἥλι-
ος, κρυπτόμενος ὑπὸ γῆν, ὁ ἐν ὑψίστοις λαμπρῶς δοξαζό-
μενος, καὶ θαυμάτων ταῖς ἀκτῖσι, καταυγάζεις ἅπαντας,
τοὺς προστρέχοντας Μάρτυς, τῇ ταχείᾳ ἀντιλήψει σου.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, ἀθλητὰ Κυρίου, ἔνδοξε
Φανούριε, ἣν πάλαι ὑπὲρ Χριστοῦ, νομίμως ἤθλησας, καὶ
ἄρτι πᾶσιν ἡμῖν, τῇ φανερώσει τῆς θείας εἰκόνος σου, ἐ-
ποίησας ἐμφανῆ, εἰς εὐφροσύνην ἡμῶν τῶν βοώντων σοι·
χαίροις ἀθλοφόρων κλέος, Ἐκκλησίας στήριγμα, καὶ Ῥοδί-
ων ἁπάντων, ἐγκαλλώπισμα καὶ σέμνωμα.

Προσόμοια ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς ἀθλήσας στεῤῥότατα, ἀθλοφόρε Φανούριε, ἐν ἀδή-
λοις ἔτεσι θείῳ ἔρωτι, δόξης λαμπρᾶς κατηξίωσαι, καὶ μέ-
τοχος γέγονας, οὐρανίων ἀγαθῶν, ἀλλ' ἡμῖν χρόνοις πλεί-
οσιν, ὤφθης ἄγνωστος, καὶ γνωσθεὶς ἐπ' ἐσχάτων κατα-
πλήττεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, τῇ δεομένῃ σοὶ χά-
ριτι.

-4-

Τὸν ναόν σου τὸν ἅγιον, ἐν τῇ Ῥόδῳ κρυπτόμενον, ὡς
ἀνεῦρον Ἅγιε θείῳ νεύματι, χαρᾶς πολλῆς ἐπληρώθησαν,
μαθόντες τὴν κλῆσίν σου, καὶ τοὺς ἄθλους τοὺς λαμπρούς,
οὓς ἠγνόοουν τὸ πρότερον, καὶ σὲ ὕμνησαν, ὡς περίδοξον
Μάρτυρα Κυρίου, χαρμοσύνως ἐκτελοῦντες, τὴν παμφαῆ
σου πανήγυριν.

Ἐν νεότητι σώματος, τὸν ἀρχέκακον δράκοντα, ἀθλητὰ
Φανούριε καταβέβληκας, καὶ δοξασθεὶς θείῳ Πνεύματι,
προστάτης θερμότατος, ἀνεδείχθης τῶν πιστῶν, αἰχμαλώ-
τους λυτρούμενος, τῇ πρεσβείᾳ σου, φανερῶν τὰ κρυπτὰ
τοῖς προσιοῦσι, καὶ παρέχων τοῖς αἰτοῦσι, τὴν σὴν ὀξεῖαν
βοήθειαν.

Δόξα.Ἦχος πλ.β΄.

Ἀστὴρ νεοφανὴς τῇ Ἐκκλησίᾳ ἐφάνης, ἄρτι ἡμῖν φανε-
ρωθείς, ἀθλοφόρε Φανούριε· καὶ τῇ σῇ ἐκφάνσει, τῶν κε-
κρυμμένων ἐν σοὶ δωρεῶν τὸν πλοῦτον, ἐκφαίνεις ἀληθῶς,
τοῖς τὴν αγγέραστον μνήμην γεραίρουσι, καὶ συμφώνως
βοῶσί σοι· χαίροις στρατιῶτα Χριστοῦ πανθαύμαστε, ὁ
τῆς εὐσεβείας τὸν ἀγῶνα, ἀθλητικῶς ἀγωνισάμενος· χαί-
ροις ὁ τῷ φωτὶ Κυρίου ἐντρυφῶν, καὶ φερωνύμως φανε-
ρῶν, τῶν ἀφανῶν τὴν γνῶσιν· χαίροις Ῥοδίων ἀγλάισμα,
Μαρτύρων λαμπρότης, καὶ παντὸς πιστοῦ πρεσβευτὴς
πρὸς Κύριον. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡ-
μῶν.

Καὶ νῦν. Ο αὐτός.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνή-
σει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς
ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προ-
ῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ
φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προ-
σώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ παμμακάριστε, ἐλεη-
θῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ
τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαῒου τό Ἀνάγνωσμα (Κεφ.43.9-14)
Τάδε λέγει Κύριος ·9 πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται
ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀ-

-5-

γαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ.
10 γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς
μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμ-
προσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ’ ἐμὲ οὐκ ἔσται. 11 ἐγὼ ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. 12 ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα
καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός.
13 ἔτι ἀπ’ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω,
καὶ τίς ἀποστρέψει αὐτό; 14 Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς,
ὁ ἅγιος τοῦ Ἰσραήλ·

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (Κεφ.3.1-9)
1 ΔΙΚΑΙΩΝ δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. 2 ἔ-
δοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν
3 καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. 4 καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· 5 καὶ ὀλίγα
παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗ-
ρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· 6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. 7 καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐ-
τῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· 8 κρινοῦσιν ἔ-
θνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. 9 οἱ
πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμε-
νοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐ-
κλεκτοῖς αὐτοῦ.

Σοφία Σολομῶντος τό Ἀνάγνωσμα (Κεφ.5.15-23 & 6.1-3)
Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φρον-
τὶς αὐτῶν παρὰ Ὑψίστῳ. 16 διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. 17 λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ
καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· 18 ἐνδύσεται θώρακα δικαιο-
σύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· 19 λήψεται ἀσπίδα ἀκα-
ταμάχητον ὁσιότητα, 20 ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολε-
μήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. 21 πορεύσονται εὔστοχοι βο-
λίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπὸν ἁλοῦν-
ται, 22 καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. ἀγανακτήσει
κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. 23 ἀντι-
στήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. καὶ ἐ-
ρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυνα-
στῶν. 6.1 Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς.
6.2 ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν·
6.3 ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψί-
στου

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Ἀγαλλιᾶται ἐν Κυρίῳ, ἡ Ῥόδος τῇ σῇ χάριτι, καὶ πᾶσα
πόλις καὶ χώρα, τῇ θερμῇ ἀντιλήψει σου, Μεγαλομάρτυς
Φανούριε· μέγας γὰρ ἐν θαύμασι, καὶ μείζων ἐν προστα-
σίαις, ἀληθῶς ἀναδείκνυσαι, ὡς ἀθλητὴς Χριστοῦ περιφα-
νής· αἰχμαλώτους γὰρ λυτροῦσαι, τοὺς ἐν κινδύνοις τε-
λοῦντας προφθάνεις, καὶ πᾶσι παρέχεις, τὰ πρὸς σωτηρί-

-6-

αν αἰτήματα. Ἀλλ' ὡς ἔχων παῤῥησίαν, μὴ παύση πρεσβε-
ύων, δοῦναι ἱλασμὸν ἡμῖν, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Ἦχος β΄.

Τῶ Βασιλεῖ τῶν ὅλων στρατευσάμενος, ἐν τοῖς ὅπλοις
τοῦ φωτὸς καταβέβληκας, τὸν τοῦ σκότους ἄρχοντα, ἀ-
θλοφόρε Φανούριε· καὶ ποικίλαις προσπαλαίσας βασάνοις,
πασῶν ὤφθης ἀκμαιότερος, τῷ πυρὶ στομούμενος, τῆς ἀ-
γάπης τοῦ Χριστοῦ· καὶ θηρῶν ὁρμὴν μὴ πτήξας, καὶ ξε-
σμῶν τὴν ῥύμην ἐνέγκας, τοῖς πᾶσιν ἐφανέρωσας, τῆς εὐ-
σεβείας τὴν δύναμιν. Ἀλλ' ὡς ἐν ἄθλοις ἀήττητος, καὶ ἐν
νίκαις περίδοξος, ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.

Ἐρηρεισμένος ἀκλινῶς, τῷ θεμελίῳ τῆς πίστεως, οὐδα-
μῶς σεσάλευσαι, ταῖς ἐναντίαις προσπνεύσεσι· καὶ μεγί-
στῳ λίθῳ θλιβείς, πρὸς τὴν πέτραν τῆς ζωῆς, ὅλον τὸν
νοῦν ἀπῃώρησας, ὑπεριδὼν ὥραν νεότητος· καὶ τὸ σῶμα
καταξανθείς, τὸν τῆς νεκρώσεως χιτῶνα ἀπεβάλου, καὶ ἀ-
φθαρσίας τὴν στολήν, καὶ σωτηρίου τὸ ἔνδυμα, προφητι-
κῶς ἠμφιάσω Φανούριε· ἐν ᾧ φαιδρῶς κοσμούμενος, καὶ
ἀθλητικῷ διαδήματι ἐμπρέπων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀθλη-
τῶν ἐγκαλλώπισμα.

Ἦχος δ΄.

Ἐν ἀνδρείῳ φρονήματι, πρὸς μαρτυρικοὺς ἀπεδύσω ἀ-
γῶνας, ἀθλοφόρε Φανούριε· καὶ ἐν αὐτοῖς ἀνδραγαθήσας,
τῶν ἀντικειμένων τὰς ἀρχὰς ἐθριάμβευσας, καὶ πολλῶν ἐ-
πάθλων, παρὰ Θεοῦ ἠξίωσαι· ὅθεν θαυμάτων ἐνεργῶν δυ-
νάμεις, πανταχοῦ προφθάνεις καλούμενος· καὶ φρικτῇ ἐπι-
στασίᾳ, τοὺς αἰχμαλώτους ἱερεῖς ῥυσάμενος, καταπλήξας
ποιναῖς οἷς ἐδούλευον, μὴ παύσῃ παρέχων τὴν σὴν βοή-
θειαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι, τοῖς προσιοῦσι τῇ πρε-
σβείᾳ σου.

Δόξα. Ο αὐτός.

Τὴν φερώνυμον κλῆσίν σου, ἀληθῆ τοῖς ἔργοις ἔδειξας,
Μεγαλομάρτυς Φανούριε· φανερωθεὶς γὰρ ἡμῖν, ὁ πρῴην
κεκρυμμένος, πᾶσιν ἐφανέρωσας, μαρτυρικῶν χαρίτων
λαμπρότητα, καὶ θαυμαστὴς προστασίας ἐνεργήματα, ὡς
ἀθλητὴς Χριστοῦ δεδοξασμένος· ὅθεν τὴν μακαρίαν σου

-7-

ἄθλησιν, καὶ τῆς εἰκόνος σου τὴν εὕρεσιν, φαιδρῶς ἑορτά-
ζοντες, τὰς πρὸς ἡμᾶς σου ἀντιλήψεις κηρύττομεν, καὶ
συμφώνως βοῶμέν σοι· Τῷ ἀθλοθέτῃ Λόγῳ πρέσβευε, ὡς
ἂν εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐ-
λογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυ-
χῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, ὁ καθελὼν τῶν δυσμε-
νῶν τὴν παράταξιν, ἀθλήσεως τοῖς ἀγῶσιν, ἀνδρειοτάτῃ
ψυχῇ, καὶ τῇ πανοπλίᾳ τῇ τῆς πίστεως· ὁ πόνων τοῦ σώ-
ματος, ἀφειδήσας ὡς ἄσαρκος, ἐν τῇ ἀγάπῃ, τοῦ λαμπρῶς
δυναμοῦντός σε, ὃν ἐδόξασας, τοῖς οἰκείοις σου μέλεσιν·
ἄνθος τὸ εὐωδέστατον, Φανούριε ἔνδοξε, τὸ διαπνέον τῷ
κόσμῳ, τὴν εὐωδίαν τὴν κρείττονα. Χριστὸν ἐκδυσώπει,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χαίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, τῶν ἀθλοφόρων τὸ σε-
πτὸν ἐγκαλλώπισμα· ὁ πάλαι στεῤῥῶς ἀθλήσας, καὶ πα-
ραδόξως γνωσθείς, εὐδοκίᾳ θείᾳ ἐν τοῖς πέρασιν, εὑρέσει
Φανούριε, τῆς πανσέπτου εἰκόνος σου, ἔνθα τὰ εἴδη, τῶν
ἁγίων ἀγώνων σου, δι' ὧν ἔνδοξος, ἐν τοῖς Μάρτυσι γέγο-
νας. Ὅθεν ὡς στρατιώτην σε, Χριστοῦ γενναιότατον καὶ
τροπαιοῦχον ὁπλίτην, ὑμνολογοῦντες βοῶμέν σοι· ἀπαύ-
στως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, τῆς Ἐκκλησίας ἀῤῥα-
γέστατος πρόβολος, τῆς νήσου Ῥόδου ἡ δόξα, καὶ πολιοῦ-
χος λαμπρός, καὶ μεσίτης μέγας πρὸς τὸν Κύριον· πασχόν-
των βοήθεια, αἰχμαλώτων ἀνάῤῥυσις, τῶν κεκρυμμένων, ἡ
ταχεῖα φανέρωσις· ῥύστης ἕτοιμος, τῶν ἐν νόσοις καὶ θλί-
ψεσι· κρήνη ἡ ἀναβλύζουσα, θαυμάτων τὰς χάριτας, εἰς
εὐφροσύνην ἁπάντων, Μεγαλομάρτυς Φανούριε. Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα Ἦχος πλ.δ΄.

-8-

Θωρακισάμενος τῆς πίστεως, τὴν μυστικὴν παντευχίαν,
τὸν ἀλαζόνα τύραννον, κατηγωνίσω Φανούριε· τῶν γὰρ
ποικίλων τιμωριῶν, περιεγένου ὡς ἀσώματος, πάντα φέ-
ρων, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· καὶ ἐν ἀσθενείᾳ φύ-
σεως, λαμπρὸν ἐγείρας τρόπαιον, τῶν βραβείων τῆς ἄνω
κλήσεως, περιφανῶς ἠξίωσε. Καὶ νῦν Ἀγγέλοις συγχορεύ-
ων, ἱκέτευε μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.
Νῦν ἀπολύεις.
ΤὸΤρισάγιον.

Τὸ Ἀπολυτίκον τῆς Ἐφεστίου Ἱ.Εἰκόνος. Ἦχος δ΄. Βασίλειον διάδημα

Φρουρόν καί προστάτην σε, ἡ Ἐνορία ἡμῶν, ὡς δῶρον
κατέχουσα τήν προσφοράν τῶν πιστῶν, ὑπέρ τῶν ψυχῶν
ἡμῶν. Ἡ σεπτή εἰκών σου, ἐκ Μάκρης τῆς Ἀσίας, εὑροῦσα
οἶκον νέον, τήν Ἐκκλησίαν ταύτην. Καί νῦν Φανούριε ἀ-
θλητά, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

Ἀπολυτίκον τοῦ Μεγαλομάρτυρος Ἁγ.Φανουρίου. Ἦχος δ΄.

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον
πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα. Ἄ-
νωθεν ὑμνωδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκ-
κλησία τήν οὐράνιον δόξαν· ἥν εὗρες πόνοις καί ἄθλοις
τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάν-
τας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδο-
ξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις
τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ
Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τό ἀπ’ αἰῶνος ἀπόκρυφον, καί ἀγγέλοις ἄγνωστον μυ-

στήριον, διά σοῦ Θεοτόκε, τοῖς ἐπί γῆς πεφανέρωται· Θεός
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καί Σταυρόν ἑκουσίως

ὑπέρ ἡμῶν καταδεξάμενος· δι’ οὖ ἀναστήσας τόν πρωτό-
πλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχάς ἡμῶν.

Καὶ Ἀπόλυσις.

-9-

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὡς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας
στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρα-
σιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβεί-
αις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην,
Μαρτύρων ἀγλάισμα.

Θεοτοκίον.

Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα
πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεο-
τόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ
διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν
σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.

Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ
ἐπτοήθης, ἀλλ' ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν
θηρῶν ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανού-
ριε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσα-
σθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Ὄρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπισκι-
άσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ
ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς
κράζουσι· χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ
πάντων ἀσφαλὲς φυγαδευτήριον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Mαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑ-
πὸ μόδιον σιγῆς, ἔμεινας ἔτεσι πολλοῖς, ἀλλ' ἐπεγνώσθης
ἐν Ῥόδῳ νεύματι θείῳ· ἔνθεν ἐμφανής, πᾶσι τοῖς πέρασι,
θαύμασι πολλοῖς,Μάρτυς γενόμενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις

- 10 -

ἑκάστοτε, ἐν εὐκαιρίαις καὶ θλίψεσι· διό σε πάντες, ἀνευ-
φημοῦμεν, Φανούριε ἀθλοφόρε.

Θεοτοκίον

Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀ-
σώματον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα
ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίμορ-
φος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν
πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Ἀλλ' ὦ
Παρθένε, τῆς οὐρανίου, δόξης ἡμᾶς καταξίωσον.

Τὸ Α΄ Ἀντίφωνον τοῦ δ΄Ἤχου καὶ τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου.
Ὁ Ν΄ Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου.
Ἐμφανῶς συντρίψας τὸν ἐχθρόν, ἀθλητικῇ ἐνστάσει,
περιφανῶς ἐν οὐρανῷ δεδόξασαι, ἀθλητὰ Φανούριε· διὸ
καὶ ἡ γῆ πᾶσα, τὴν σὴν δόξαν γνοῦσα ἣν πάλαι ἠγνόει, τῇ
φανερώσει τῆς σεπτῆς εἰκόνος σου, λαμπροφανῶς σε γε-
ραίρει, ἐπιτελοῦσα τὴν ἁγίαν μνήμην σου· ἐν ᾗ δίδου τοῖς
πιστοῖς, τὰς σωτηρίους δόσεις, ταῖς πρὸς Χριστὸν πρεσβε-
ίαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.......
Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·

Φῶς Φανούριος κόσμῳ ἐκλάμπει. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φωτί με καταύγασον, τῷ τοῦ προσώπου σου Κύριε,
Φανούριον θέλοντα, ὑμνῆσαι Δέσποτα, τὸν δοξάσαντα, ἀ-
θλήσεως ἀγῶσι, τὸ μέγα σου ὄνομα, καὶ ὑπερένδοξον.

Ὡς φῶς ἀνατέταλκας, τῇ Ἐκκλησίᾳ Φανούριε, ὁ πάλαι
κρυπτόμενος, ὑπὸ τῆν γῆν φθονερῶς, καὶ χαρίτων σου,
ταῖς φαειναῖς ἀκτῖσιν, ἡμῶν τὴν διάνοιαν, πυρσεύεις πάν-
τοτε.

Σαρκός σου ἠλόγησας, ἐν ὥρᾳ Μάρτυς νεότητος, καὶ
χαίρων ἐστράτευσαι, τῷ Βασιλεῖ τοῦπαντός, οὗ τὴν ἄμα-
χον, ἰσχὺν διεζωσμένος, καθεῖλες Φανούριε, ἐχθρῶν τὰς
φάλαγγας.

Θεοτοκίον

- 11 -

Φιλάγαθε Δέσποινα, ἡ τὸν Θεὸν τὸν φιλάνθρωπον, ἀ-
φράστως κυήσασα, εἰς σωτηρίαν ἡμῶν, κατοικτείρησον,
τὴν πάσχουσαν ψυχήν μου, καὶ ταύτῃ πρυτάνευσον, θείαν
παράκλησιν.

Καταβασία

Σταυρὸν χαράξας Μωσῆς ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυ-
θρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτι-
κῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν· ἐπ εὔρους δι-
αγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θε-
ῷ ἡμῶν· ὅτι δεδόξασται.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἀθλήσεως Μάρτυς σου τὰ εἴδη, ἃ ἤνυσας πάλαι καρτε-
ρῶς, ἐκ τῆς σεπτῆς εἰκόνος σου, γνωρίσαντες Φανούριε, οἱ
εὐσεβεῖς ἀνύμνησαν, τὰ θαυμαστά σου παλαίσματα.

Νεότητος ὥραν παραβλέψας, ὑπῆλθες φρονήματι στεῤ-
ῥῷ, τὸ τῶν Μαρτύρων στάδιον, Φανούριε πανθαύμαστε,
καὶ λόγχῃ τῆς ἀνδρείας σου, ἐχθρὸν τὸν δόλιον ἔτρωσας.

Ὁμέγας Κυρίου ἀθλοφόρος, ὁ πάλαι ἀθλήσας ἀνδρικῶς,
καὶ χρόνοις ἐν τοῖς ὕστερον, γνωστὸς πᾶσι γενόμενος, Φα-
νούριος ὁ ἔνδοξος, νῦν γεραιρέσθω τοῖς ᾄσμασι.

Θεοτοκίον

Ὑψίστου καθέδρα λαμπροτάτη, Παρθένε Ἀγγέλων χαρ-
μονή, ἀπὸ κοπρίας ὕψωσον, παθῶν μου τὴν διάνοιαν, καὶ
ταύτην καταλάμπρυνον, φωτὶ τῆς σῆς ἀγαθότητος.

Καταβασία

Ῥάβδος εἰς τύπον τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ
βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴ-
ην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος
καὶ στερέωμα.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μαρτυρίου τελέσας καλῶς τὸ στάδιον, καὶ Χριστὸν με-
γαλύνας οἰκείοις μέλεσιν, οὐρανίων δωρεῶν λαμπρῶς τε-
τύχηκας, καὶ παρέχεις τοῖς πιστοῖς, ὡς μεσίτης πρὸς Θεόν,
βοήθειαν καθ' ἑκάστην, Φανούριε ἀθλοφόρε, τοῖς
καταφεύγουσι τῇ σκέπῃ σου.

Θεοτοκίον

- 12 -

Τὸν ὑπέρθεον Λόγον σαρκὶ κυήσασα, τὴν ἀρχαίαν κα-
τάραν Κόρη ἀνέτρεψας, καὶ ἀνέβλυσας πηγὴν ἐλέους ἄ-
φθονον, τοῖς προσκυνοῦσιν εὐσεβῶς, τὸν σὸν τόκον τὸν
φρικτόν, Παρθένε Θεογεννῆτορ, καὶ ἀληθῆ Θεοτόκον, ὁμο-
λογοῦσί σε Πανάχραντε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ῥόδος χαίρει τῇ εὑρέσει, τοῦ ναοῦ σου Φανούριε, καὶ
καθάπερ ῥόδον, εὔπνουν ἀφθαρσίας προβάλλεται, τῇ Ἐκ-
κλησίᾳ σε πάσῃ τὴν οὐράνιον, πνέον ἅπασιν, ὀσμὴν ζωῆς
τὴν σωτήριον.

Ἰησοῦν τὸν ζωοδότην, καὶ Θεὸν πάσης κτίσεως, στόματι
ἁγίῳ, πρὸ τῶν δυσσεβῶν ὡμολόγησας, καὶ τὴν δυσσέβειαν
τούτων ἐστηλίτευσας, παῤῥησίᾳ σου, ἀκαταπλήκτῳ Φανο-
ύριε.

Ὅλην ἔχων τὴν ψυχήν σου, ἡδρασμένην στεῤῥότατα, ἐπὶ
πέτραν Μάρτυς, τῆς ἀληθινῆς ἐπιγνώσεως, τὰς ἐκ πετρῶν
ἀνενδότως πληγὰς ἔφερες, καὶ ἐδόξαζες, ζωῆς τὴν πέτραν
τὸν Κύριον.

Σώματος μαστιζομένου, ἀπηνῶς οὐκ ἐφρόντισας, καὶ
τῆς σῆς ἀνδρείας, Μάρτυς ῥαπισμοῖς ἐμαστίγωσας, τῶν
διωκτῶν τὴν καρδίαν μὴ φερόντων σου, τὸ ἀήττητον, τῆς
σῆς καρδίας παράστημα.

Θεοτοκίον

Καταφύγιον τοῦ κόσμου, ἀσφαλὲς καί σωτήριον, ὤφθης
Θεοτόκε, σῴζουσα βελῶν τοῦ ἀλάστορος, τοὺς τῇ ἁγίᾳ
σου σκέπῃ καταφεύγοντας· ὅθεν σῶσόν με, ἤδη τῆς τού-
του κακώσεως.

Καταβασια

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν Θεότητα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὁ μάρτυς Φανούριος, ἀγάπῃ τιτρωσκόμενος, τῇ πρὸς
τὸν Σωτῆρα τῶν ἁπάντων, φέρει γενναίως τοὺς σκληροτά-
τους ξεσμούς, δι' ὧν ἀποβάλλει τὴν φθοράν, καὶ στολὴν
ἐνδύεται, ἀφθαρσίας ὑπέρλαμπρον.

Σθενούμενος Ἅγιε, ἰσχύι τῇ τῆς πίστεως, ἤνεγκας πυρὸς
τὴν τιμωρίαν, ἄνωθεν δρόσον θείαν δεχόμενος, καὶ πυρὶ

- 13 -

ἀθλήσεως τῆς σῆς, ἔφλεξας Φανούριε, τὴν ἀπάτην τὴν εὔ-
πρηστον.

Μεγάλως ἠγώνισαι, καιρῷ τῷ τῆς ἀθλήσεως, καὶ μεγά-
λης χάριτος μετέσχες, Μεγαλομάρτυς Χριστοῦ Φανούριε·
ὅθεν ἐκ μεγάλων συμφορῶν, ῥύῃ τοὺς προστρέχοντας, τῃ
μεγίστῃ πρεσβείᾳ σου.

Θεοτοκίον

Ὡς σάρκα ὁ Κύριος, ἐκ σοῦ δι' ἀγαθότητα, Κόρη προσ-
λαβόμενος ἀτρέπτως, σὲ προστασίαν ἁπάντων ἔδειξεν· ὅ-
θεν μὴ ἐλλείπῃς ἀγαθή, προστατεύειν πάντοτε, τῶν πι-
στῶς δεομένων σου.

Καταβασια

Ὢτρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασι-
λεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ
ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέ-
χοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.

Ἐκ γῆς λαγόνων ἀνέτειλεν, εἰκών σου ἡ ἁγία Φανούριε,
ὡς λύχνος πάμφωτος, ἡ ἀφανὴς οὖσα πρότερον, καὶ ἐμ-
φανῆ παντί σε, κόσμῳ κατέστησε.

Κήρυκες ὤφθησαν Ἅγιε, τῆς σῆς πρὸς τὸν Θεὸν οἰκειώ-
σεως, οἱ πρῴην δέσμιοι, τρεῖς ἱερεῖς οὓς ἀπήλλαξας, πι-
κρᾶς αἰχμαλωσίας, τῆ ἀντιλήψει σου.

Λεόντων μύλας συνέθλασας, σοφὲ τῶν νοητῶν τοῖς ἀ-
γῶσί σου, καὶ θείῳ Πνεύματι, θηρῶν ἀγρίων ἐφίμωσας,
ὡς Δανιὴλ τὸ πάλαι, στόματα Ἅγιε.

Θεοτοκίον

Ἀδιαφθόρως ἐκύησας, τὸν πάντων Ποιητὴν ὑπὲρ ἔννοι-
αν, Κόρη πανάμωμε· διὸ φθορᾶς παθῶν ῥῦσαί με, πρὸς
ἀπαθείας βίον, καθοδηγοῦσά με.

Καταβασία

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροει-
δῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σα-
φῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν
ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θε-
οῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν Κόσμον φωτίσαντος.

- 14 -

Κοντάκιον. Ἦχος γ΄. ῾Η Παρθένος σήμερον.

Ἱερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέ-
θλασας, δυνάμει θείᾳ θεόφρον· ἤσχυνας, τυράννων θράση

γενναιοφρόνως· ηὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρ-
τυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.

Ὁ Οἶκος

Ἤθλησας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑ-
περεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ
Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γεννα-
ίως· ἀλλ' οἷς οἶδε κρίμασι Θεός, λήθης βυθοῖς, τὰ τῆς ἀ-
θλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια· ἐν δὲ τῆ, Ῥόδῳ τῇ
περιφήμῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσμένος φανερωθεὶς ναός
σου, ἐν ᾧ ἡ πάντιμος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαμ-
πρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔ-
σχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν
λαμπρᾶς σου παῤῥησίας· ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυμα-
στήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων
καὶ θλίψεων, καὶ αἰχμαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα
Φανούριε ἔνδοξε.

Συναξάριον
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνὸς (Αὐγούστου) μνήμη τοῦ ἁγίου ἐνδόξου
Μάρτυρος Φανουρίου τοῦ νεοφανοῦς.
Στίχ. Φανούριος φῶς πᾶσι πιστοῖς παρέχει

Κἂν εἰς σκότος δ' ἔκειτο τῆς γαίης μέγα.
Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.

ᾨδὴ ζ΄. Οἰ ἐλάτρευσαν.

Μέγαν λίθον σοι, ἐπέθηκαν οἱ ἄνομοι, Μάρτυς Φανού-
ριε, πειρώμενοι δι' αὐτοῦ, συνθλίψαι τὸ σῶμά σου, ἀλλ'
ὤφθης ἄσειστος, καὶ ἀκέραιος, τῇ τούτου χαλεπότητι, τοῦ
Χριστοῦ τῇ δυναστείᾳ.

Πυρπολούμενος, ἀγάπῃ τοῦ παπάνακτος δρόσον οὐρά-
νιον ἔσχες ἐν σοὶ δαψιλῶς· διὸ ἀκατάφλεκτος, ῥιφείς, εἰς
κάμινον, ὤφθης Ἅγιε, τοὺς Παῖδας μιμησάμενος, τοὺς
τρεῖς ἐν τῇ Βαβυλῶνι.

Ἐν τοῖς ἄθλοις σου, ἐχθρὸν τὸν δολιώτατον, εἰς τέλος ᾔ-
σχυνας· καὶ τοῦτο Μάρτυς δηλῶν, καλῶν ὁ πολέμιος, τὴν
ἧτταν ἅπασιν, ἐφανέρωσε, καὶ ἐν ἀέρι ᾤχετο, ὀδυρόμενος
καὶ κλαίων.

- 15 -

Θεοτοκίον

Ἱλαστήριον, τῆς ἀνθρωπίνης φύσεωος, ὤφθης πανάμω-
με, ἀποτεκοῦσα Χριστόν, τὸ πᾶσι δωρούμενον, τὴν αἰώνι-
ον, τοῖς προσκυνοῦσι Δέσποινα, τὸ ἐν σοὶ μέγιστον θαυμα.

Καταβασία

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλό-
νησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως
τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ
βρόμιον· ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συ-
νόντες ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἰ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γνώμῃ ἀθλητὰ ἀκαταπλήκτῳ, ἀνύων τῆς μαρτυρίας σου
τὸν δίαυλον, τοῦ ἐχθροῦ κατέπληξας, ἅπαν ἐπινόημα· ἀ-
φλέκτως ἀνημμένους γὰρ ἔφερες ἄνθρακας, χερσί σου καὶ
κατέφλεξας πᾶσαν, δεισιδαιμονίαν, τῆς πλάνης καὶ ἀπά-
την.

Ἔστης πρὸ τοῦ βήματος ἀνδρείως, ἀπίστων ὁμολογῶν
Χριστοῦ τὴν σάρκωσιν· ἔνθεν ἀνενέργητα, ἐν σοὶ καθωρά-
θησαν, θηρίων τὰ ὁρμήματα, καὶ πᾶσα βάσανος, καὶ φλό-
γες καὶ ξεσμοὶ καὶ συνθλίψεις, περιβεβλημένῳ, τοῦ Πνεύ-
ματος τὴν χάριν.

Ῥόδος ἡ περίφημος καυχᾶται, εὑρέσει τοῦ σοῦ ναοῦ καὶ
τῆς εἰκόνος σου, Ἐκκλησία πᾶσα δέ, χαίρει εὑραμένη σε,
προστάτην καὶ ὑπέρμαχον Μάρτυς θερμότατον· διὸ καὶ
τὴν ἁγίαν σου μνήμην, ἄγει χαρμοσύνως, Φανούριε τρι-
σμάκαρ.

Θεοτοκίον

Ἄφλεκτος τὸ πῦρ διεφυλάχθη, τεκοῦσα τὸ τῆς Θεότητος
ἐν σώματι, Ἄχραντε πανάμωμε, μόνη ἀειπάρθενε· ὡς μέ-
γα τὸ μυστήριον τῆς σῆς κυήσεως! διὸ κατάφλεξόν μου
τὴν ὕλην, πάσης ἁμαρτίας, τῇ σῇ φιλανθρωπίᾳ.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Καταβασια

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν
Πατέρα Θεὸν ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ
πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι
ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

- 16 -

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Στόματι λαμπρῷ, Χριστοῦ ὡμολόγησας τὸ μέγα ὄνομα,
ἄνθος τῆς νεότητος, καὶ πᾶσαν ἄλλην λιπὼν ἀπόλαυσιν,
Φανούριε πανθαύμαστε, καὶ χαίρων ἤνυσας, τοὺς μεγί-
στους, πόνους τῆς ἀθλήσεως, ὡς Χριστοῦ στρατιώτης ἀήτ-
τητος.

Ἰνα τῆς σεπτῆς, Φανούριε τύχωσιν ἐπιστασίας σου, ἱε-
ρεῖς οἱ δέσμιοι, τῇ χάριτί σου θερμῶς προσέπεσον, καὶ
παραδόξως Ἅγιε ἠλευθερώθησαν, τῇ ὀξείᾳ, Μάρτυς ἀντι-
λήψει σου, ἀνυμνοῦντες τὸ μέγιστον θαῦμά σου.

Μέγαν ἀληθῶς, ποοστάτην καὶ ἔφορον Μάρτυς Φανού-
ριε, πανταχοῦ σε κέντηναι,οἱ τὸ σεπτόν σου καλοῦντες ὄ-
νομα, καὶ τάχος τῆς εὐνοίας σου τὰ δῶρα δέχονται· διὰ
τοῦτο, τὴν ἁγίαν μνήμην σου, χαρμοσύνως τελοῦμεν ὑ-
μνοῦντές σε.

Ὁ νεοφανής, κἂν πάλαι ἠγώνισται Μάρτυς Φανούριος,
ἀνυμνολογείσθω μοι, ὡς τοῦ Σωτῆρος ὁπλίτης ἔνθεος· φα-
νερωθεὶς ἐν Ῥόδῳ γὰρ πᾶσιν ἐπέφανε, πρυτανεύων, δαψι-
λῆ δωρήματα, τοῖς προστρέχουσι τούτῳ ἑκάστοτε.

Θεοτοκίον

Ὕμνησαν Ἁγνή, τὸ μέγα μυστήριον τῆς σῆς κυήσεως,
τάξεις ὑπερκόσμιοι, Θεὸν ὁρῶσαι ἐν σοὶ σαρκούμενον,
πᾶσα ἡ γῆ δὲ πέπλησται τῆς σῆς αἰνέσεως, ὅτι πάντες, τῇ
κυοφορίᾳ σου, τῆς ἀρχαίας κατάρας ἐῤῥύσθημεν.

Καταβασίαι

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστή-
σασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον. Δι' οὗ νῦν ὑψουμένου, προσκυ-
νοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θά-
νατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμή-
τορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁ-
γνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν Οὐρανῶν
μεγαλύνουσι.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Μαρτυρικῶς ἠγώνισαι, στεῤῥοτάτῃ καρδίᾳ, καὶ τοῦ ἐ-
χθροῦ κατέβαλες, τὸ μαινόμενον θράσος, ποικιλοτρόποις

- 17 -

αἰκίαις, ὁμιλήσας ἀνδρείως, Μεγαλομάρτυς ἔνδοξε, καὶ
στεφάνοις τῆς νίκης παρὰ Χριστοῦ, εὐκλεῶς Φανούριε ἐ-
κοσμήθης· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν σὲ ἀνυμνούν-
των.

Θεοτοκίον

Μετὰ σαρκὸς ἐκύησας, τὸν ὑπέρθεον Λόγον, ἀνεκφοιτή-
τως πάναγνε, ἐκ τῶν κόλπων τῶν ἄνω, σκηνώσαντα σῇ
νηδύι, ἀνεκφράστῳ ἐλέει, εἰς κόσμου ἀνακαίνισιν, καὶ ἀ-
νάπλασιν πάντων τῶν εὐσεβῶς, τὴν σὴν προσκυνούντων
κυοφορίαν, καὶ ἀνυμνούντω Δέσποινα, ὡς Θεοῦ σε Μητέ-
ρα.

Εἰς τοὺς Αἰνους
Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀθλητὴν τοῦ Κυρίου μέγαν Φανούριον, τὸν πάλαι
ἠθληκότα, δι' ἀγάπην Κυρίου, καὶ ἄγνωστον τελοῦντα
χρόνοις τοῖς πρίν, ἐν τῇ Ῥόδῳ δὲ ὕστερον, φανερωθέντα
τῇ θείᾳ ἐπισκοπῆ, φιλομάρτυρες τιμήσωμεν.

Φῶς φερωνύμως αὐγάζεις πᾶσι Φανούριε, λαμπρῶς ἐ-
ξανατείλας, τῇ Χριστοῦ Ἐκκλησίᾳ, καὶ νύκτα διαλύεις
τῶν πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, τῆς παμφαοῦς
προστασίας σου ταῖς αὐγαῖς, ὡς ἡμῶν πρέσβυς πρὸς
Κύριον.

Τοῦ μαρτυρίου τοὺς ἄθλους στεῤῥῶς διήνυσας, καὶ ὤ-
φθης ὑπεράνω, καὶ πυρὸς καὶ σιδήρου, στομώσας σου τὸ
σῶμα πόθῳ Χριστοῦ, ἀθλοφόρε Φανούριε· διὸ πλουσίων
ἐπάθλων παρὰ Χριστοῦ, ἐκομίσω τὴν ἀντίδοσιν.

Τοὺς ἱερεῖς ὡς ἐῤῥύσω τοὺς πρὶν δεσμώτας σοφέ, τῇ σῇ
πρὸς τὸν Δεσπότην, θαυμαστῆ παῤῥησίᾳ, οὕτω πάσης ῥύ-
ου ἡμᾶς συμφορᾶς, καὶ ἀνάγκης Φανούριε, τοὺς προσιόν-
τας τῇ σκέπῃ σου τῇ σεπτῆ, καὶ ὑμνοῦντάς σου τὴν ἄθλη-
σιν.

Δόξα. Ἦχος πλ. α΄.

Ἀθλητικοῖς σκάμμασι, τὸν Χριστὸν ἐδόξασας, σαὐτὸν
ἀρνησάμενος, ἀθλοφόρε Φανούριε· προθύμως γὰρ ἀπεδύ-
σω, τῇ δι' αἵματος πάλῃ, καὶ θάνατον ἀθανασίας πρόξε-
νον ἐδέξω, ὑπὲρ τῆς πάντων ζωῆς· διὸ ἀιδίων γερῶν ἠξί-
ωσαι, καὶ ἀθανάτων ἀμοιβῶν μετέσχες, καὶ προστάτης

- 18 -

θερμότατος, τῇ Ἐκκλησίᾳ ἐδόθης. Ἀλλ' ὦ Μαρτύρων ἐγ-
καλλώπισμα, μὴ παύσῃ, ἡμῖν ἱλεούμενος, Χριστὸν τὸν φι-
λάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον.

Μακαριζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ
ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν
ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη, καὶ ᾽Απόλυσις.
Εἰς τὴν Λειτουργείαν

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου αἱ γ΄ καὶ ς΄
ᾨδαί.

Ἀπόστολον ζήτει τῇ κζ΄ Κυριακῇ, Εὐαγγέλιον δὲ τὸ ἐν τῇ Λειτουργίᾳ
τοῦ Ἁγίου Γεωργίου, ΚΓ΄ Ἀπριλίου.

Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον

Ὡς ἄνθος ἐφυτεύθη, θαυματουργέ, ἐν τῷ σεπτῷ Ναῷ
σου, θεῖε Φανούριε ἀθλητά, ἡ σεπτή εἰκών σου ἐκ Μάκρης
τῆς Ἀσίας καί πᾶσι νῦν προσφέρει τά συμφερότερα.

Ὡς ἄστρον ἐν Λαρίσῃ ἀρτιφανές, Φανούριε ὤφθης, εἰ
καὶ ἔφθασας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς
διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.

Χαίροις ὦ Φανούριε ἀθλητά, ὁ πᾶσι παρέχων, τὰ αἰτή-
ματα συμπαθῶς· χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλή-
πτωρ, καὶ πάσης Ἐκκλησίας, θεῖον ἀγλάισμα.

- 19 -

Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου
ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ
εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐ-

νώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐ-
χθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν
τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ
πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν
πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χει-
ρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς
χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ
πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν
σου ἀπ΄ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς κατα-
βαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός
σου, ὅτι ἐπί σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσο-
μαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν
μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δι-
καιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει
σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-
ματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅ-
γιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-
ματι Κυρίου.

- 20 -

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυ-
νάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-
ματι Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλ-
μοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-
ματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ
πολιούχῳ, ἀπό ψυχῆς προσπέσωμεν κραυγάζοντες, Ἅγιε
Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς
τιμῶντας σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης
καὶ φύλαξ σωτήριος.

Δόξα Πατρί...

Πρό τῆς εἰκόνος σου ἱστάμενοι πάντες, τήν ἐκ τῆς Μάκρης τῆς
Ἀσίας ἐλθούσης, ἐν εὐλαβείᾳ καί πίστῃ βοῶμέν σοι, Ἅγιε
Φανούριε τάς αἰτήσεις ἡμῶν δέχου, καί τόν ἀντικείμενον
καταδίωξον μάρτυς, καί τούς προστρέχοντάς σοι εὐλαβῶς, ἐκ
πάσης ἀνάγκης, καί θλίψεως λύτρωσε.

Καί νῦν... Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ
ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο,
ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους;
οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ
παντοίων δεινῶν.

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀ-
πὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ-
μαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώ-
πιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνε-
σθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλω-
σάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευ-
κανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τετα-
πεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς
ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ
πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτη-
ρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ
ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας
μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁ-
λοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συν-
τετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυ-

- 21 -

σίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστή-
ριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ὁ Εἱρμός.

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν
διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσω-
μεν».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε Μάρτυς
ἐνωτίσθητι εὐμενῶς, καὶ λῦσον παθῶν τὴν καταιγίδα, τὴν
ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρανίσι τῶν θείων σου πρεσβειῶν , ψυχῆς μου τὰ ἓλκη,
ἐναπόπλυνον Ἀθλητά, καὶ σβέσον τοῦ σώματος τὴν νόσον, ταῖς
ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολίσι καί
νενέκρωμαι τὴν ψυχήν, σὺ οὖν θεραπεύεις με, ὦ Μὰρτυς, πρὸς
ζωφόρους ὁδοὺς κατευθύνων με.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπάρχων ἀνάπλεως φωτισμοῦ, Φανούριε Μάρτυς ὡς διάκονος
τοῦ Φωτός, νοός μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετών τῷ φωτί με
καταύγασον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ρημάτων πληρώσασα νομικῶν, ὡράθης παρθένε ὡς γεννήσασα,
τὸν Θεόν, τὸν πάλαι λαλήσαντα ἐν νόμῳ, δι᾽ αἰνιγμὰτων καὶ
τύπων Πανάμωμε.

Ὠδὴ γ΄. Ὁ Εἱρμός.

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆ-
τορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐμπεσὼν τῷ πελάγει τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας
πυθμένι, ἢδη καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας
λιμένα, οἷα κυβερνήτης μου, σοφὲ πανάριστος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰλασμός γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις,ἡ μαρτυρική σου
πρεσβεία, Μάρτυς Φανούριε, τοῖς προσιοῦσι σοι, καὶ ὁλικῶς
ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου μάκαρ προμήθειαν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Μαρτυρίου τὴν τρίβον, πανευκλεῶς ὣδευσας, ὅθεν πρὸς ὁδὸν
μαρτυρίων, τοῦ σὲ δοξάσαντος, καμὲ ὁδήγησον, τὸν ἐν αἰρέσεσι
Μάρτυς, πάσης παραβάσεως περιπλανώμενον.

- 22 -

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Ἐπουράνιε πύλη, δι᾽ ἧς ἡμῖν ἒλαμψεν, ὁ Δημιουργὸς τῶν
ἁπάντων, καθάπερ ἂνθρωπος, πύλας μοι ἂνοιξον, τῆς ἀληθοῦς
μετανοίας, καὶ πυλῶν με λύτρωσαι τοῦ Ἄδου Δέσποινα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὃτι
πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ρυσθῶμεν Φανούριε
πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ ἱερεύς, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ

ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ χορός· Ἀμήν. Κάθισμα. Ἦχος β΄. Πρεσβεία Θερμή…
Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρὰ,
καὶ αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς
ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπης ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν
τοῦ ἀλάστορος τοὺς δούλους σου.

Ὠδὴ δ΄. Ὁ Εἰρμός.

«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον·
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεόητα».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον,
ὁ τῶν λίθων τὰ προσκρούσματα, Μάρτυς ὑπομείνας ὥσπερ
ἂσαρκος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἰαμάτων θεῖα χαρίσματα, τοῖς προ-
στρέχουσι τῇ σκέπῃ σου, καὶ τῶν νοσημάτων ἐξαίρεις καύσωνα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰατήριον ἂμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς
πάσχουσιν ἀντίληψις, καὶ τοῖς ἀσθενούσι ἀπολύτρωσις.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκός ἠμφίεσαι. Ὅθεν
ἔνδυσον Φανούριε, τὴν γεγυμνωμένην ψυχήν μου χάριτι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ
πηγάσασα, τὸν ζωώσαντα τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν
θανατώσαντα.

- 23 -

Ὠδὴ ε΄. Ὁ Εἰρμός.
«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονι σου τῷ
ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄνωθεν ἡμᾶς ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν
και συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντὰς σε Φανούριε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴλεων ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτεία σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν
θελητήν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σώματος πληγάς, ἐνεγκῶν στερρῶς Φανούριε, ἰατρεύεις τῶν
σωμάτων καὶ ψυχῶν, ἀρρωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει
καθημένους καὶ σκιᾶ, καὶ ζωῆς, τὰς φωταυγείας ἐδωρήσατο.

Ὠδὴ ς΄. Ὁ Εἰρμός.

«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς
θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ
προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνάγκας σου τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστόν
Ἀθλοφόρε, καταναλίσκεις τῆς πλάνης τὴν ὕλην, καὶ καταθάλπεις
πιστῶν τὰ φρονήματα, διὸ κατάφλεξον καμοῦ, τά σαθρά καὶ
γεώδη νοήματα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρώσεως τῷ καρπῷ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπεῤῥίφθην
νυμφῶνος, τὰ τῆς φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου
προφέρων τὴν ἄκανθαν, σὺ οὖν μὲ ζώωσον σοφέ, καὶ τῆς πρώην
με δόξης ἀξίωσον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ὁλόκληρον σεαυτόν προσήγαγες, τῷ Δεσπότῃ προσφορὰν και
θυσίαν, ὅθεν καμέ, ἐνδυνάμωσον Μάρτυς, αὐτῷ λατρεῦσαι ὁσίως
Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς, καθαρᾶς πολιτείας
ἀκρότητα.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Ὑψαύχενα, δυσμενῆ ὑπόταξον, ταῖς ποσίν ἡμῶν Πανάμωμε
Κόρη, ἡ τὴν πεσοῦσαν ὑψώσασα φύσιν, τῇ ὑψηλῇ καὶ ἀρρήτῳ
κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον
φρόνημα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι
πάντες τῇ σῇ πρεσβείᾳ προστρέχωμεν, ἵνα ρυσθῶμεν Φανούριε
πάσης βλάβης.

- 24 -

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων
τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ
ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον ἦχος β’. Προστασία τῶν χριστιανῶν.
Υπερήφανον τύραννον κατέβαλες, τῇ γενναίᾳ ἀθλήσει σου
ἔνδοξε, ἐξ οὗ ἀπάλλαξον καὶ ἡμᾶς τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύ-
χιον ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες διάγωμεν, πλήρωσον
τὰς αἰτήσεις, καὶ ἔμπλησον εὐφροσύνης, τοὺς προσιόντας σοι
πιστῶς, ὧ Φανούριε πανθαύμαστε.

Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη· ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου.
(δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι
(δίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ
Μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς
ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον· Ἦχος δ

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται. (δίς).

Στίχος: Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ
Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Ὁ Ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύ-

ριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός· Κύριε, ἐλέησον (γ΄).

Ὁ Ἱερεύς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Τὸ Εὑαγγέλιον ( Μτθ.Ι.32—36 καί ΙΑ.1)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς˙ ὅστις δ̉
ἄν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός
μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ
διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρός αὐτῆς, καὶ
νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς˙ καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ˙ Καὶ ἐγένετο,
ὅτε ἐτέλεσεν ὁ Ἱησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ
διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

- 25 -

Ἦχος β΄. Δόξα...

Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη,
τῶν ἐμῶν ἐγκλημάτων.

Ἦχος ὁ αὐτός. Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη,
τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ρόδον ὡς μυρίπνοον καὶ θησαυρός ζωηφόρος, εἰκόναν
Ἐφέστιον, Μάρτυς ἐφανέρωσας τοῖς ἰκέταις σου, καὶ ζωῆς
ἔμπνευσας, τὰς ὀσμὰς ἐν κόσμῳ καὶ ὀσμὴν θανάτου ἥλασας, καὶ
ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὧν περ τῆς λύμης
λύτρωσαι, τούς σοι προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ
βλάβης καὶ μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς
προσκαλουμένους σε.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ
ἐκπορεύεται σοφέ, Φανούριε τρισμάκαρ, ἀλλ’ αἰτεῖται τὴν χάριν
καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων,
ὑπάρχεις σύ, ἀθλοφόρε Κυρίου· σῷζε τοὺς καταφεύγοντας, πρὸς
τήν σεπτήν εἰκόνα σου, ὁ ἄμεσος προστάτης τῶν πιστῶν.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου·
Ὁ χορός· Κύριε, ἐλέησον (ιβ΄).
Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός·Ἀμήν.

Ὠδὴ ζ΄. Ὁ Εἰρμός.
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς
δρόσον τὸ πῦρ μετέβαλον βοῶντες Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν
παθημάτων, καί πρὸς ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου
ὁδήγησον Φανούριε, τοὺς πιστῶς σε ἀνυμνοῦντας.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴδοιμι ὥρᾳ τῆς ἀνάγκης, σὲ συλλήπτορα καὶ θεῖον ἀρωγόν μου,
τὰ λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ καὶ θείαν μοι
δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἔφθασε ἐκ Μάκρης τῆς Ἀσίας, ὡς νεόφωτον καὶ φωτοφόρον
ἄστρον, ἰαμάτων αὐγὰς καὶ φέγγος χαρισμάτων, παρέχει ἡ σεπτή
σου εἰκών, ἐν τῷ σκότει τῆς ἀπάτης.

- 26 -

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πίον καὶ σύσκιον ὡράθης καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος,
οἷς ἐν τύποις ποτὲ ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τὴν ἔκτασιν,
εὐφημοῦμεν σε Παρθένε.

Ὠδὴ η΄. Ὁ Εἰρμός.
«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καί ἐν βάτῳ πυρί τό τῆς Ἀειπαρθένου, τῷ
Μωϋσεῖ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καί ὑπερυψοῦτε, εἰς πάντας
τούς αἰῶνας».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρυπτικῆ σου πρεσβείᾳ ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλάς, καὶ
καρδιῶν τὰ βάρη, καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ
βραβεύεις πᾶσι, κατ᾽ ἂμφω εὐρωστίαν Φανούριε θεόφρον.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν καμίνῳ βληθείς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ
ἐκέκτησο τὸ ὕδωρ, ἀλλὰ καμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς
προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὣσπερ ἀγροῦ καλάμην.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στρατευθεὶς τῷ καλέσαντί σε Λόγῳ, ἠγωνίσω λαμπρῶς, κατὰ
τῆς ἀνομίας, ὃθεν κἀμὲ τῆς κλήσεως ἧς κέκλημαι, ἂξιον ἐργάτην,
ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Βασιλείας οἰκήτορά με δεῖξον, τῆς ἀλήτου Ἁγνὴ ὡς τέξασα
ἀσπόρως, τὸν βασιλέα πάντων καὶ Δεσπόζοντα, οὗ ἡ βασιλεία,
βασιλεία πύλη ἁπάντων τῶν αἰώνων.

Ὠδὴ θ΄. Ὁ Εἰρμός.
«Ἐξέστη ἐπί τοῦτο ὁ οὐρανός, καί τῆς γῆς κατεπλάγη τά πέρατα, ὅτι Θεός,
ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καί ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα
τῶν οὐρανῶν˙ διό σε Θεοτόκε, Ἀγγέλων καί ἀνθρώπων, ταξιαρχίαι
μεγαλύνουσιν».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλαίῳ τῶν ἀγώνων σου Ἀθλητά, ἰλαρύνεις ἡμῶν τὴν διάνοιαν,
καὶ ψυχικά, ἕλκη τε καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις
πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρά, νοσήματα ἰᾶσαι, ὡς χάριν
κεκτημένος, παρὰ Θεοῦ Μάρτυς Φανούριε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰσχύϊ ἀριστεύσας παντουργική, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον
φρύαγμα τὸ καθ᾽ ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος
καὶ κραταίωμα, καὶ ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς
ἰκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀνειλήπτωρ γενοῦ καὶ
ὑπέρμαχος καὶ βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερόν
σου ὄνομα, Μάρτυς Ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καὶ
φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ρυόμενος Φανούριε.

- 27 -

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ἰλύος κἀμέ ὕψωσον ἐμπαθοῦς, καὶ πικρᾶς συνηθείας Φανούριε,
ἧ ἐκ παιδός εἴκων ἐγεώργησα τοὺς καρπούς , τῆς ἁμαρτίας Ἅγιε,
ψυχῆ τε καὶ σώματι ῥυπωθείς, μή μέ παρίδης Μάρτυς, σὺ γὰρ τῶν
ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Σκηνὴ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ
Κτίσαντος, ἐν ᾗ Χριστός, εἴργασται θαυμάσια φοβερά, τὸν γὰρ
Ἀδάμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς, σὺ εἶ
Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.

Καὶ εὐθὺς τό·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀει-
μακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε-
ραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτό-
κον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν ἰαμάτων ὁ χειμμά-
ρους ὁ δαψιλής, χαίροις τῶν Ροδίων, ὁ μέγας πολιοῦχος, Φανούριε
ἀξίως ἀντιδεδόξασαι.
Τὶς τῶν παλαισμάτων σου τὴν πληθύν, ἐξείπῃ ἀξίως καὶ τῶν
πόνων τὸ καρτερόν; σὺ γὰρ τῶν βασάνων, τὰ εἴδη καθυπέστης, ὡς
ἄσαρκος νεκρώσας τὸν παναλάστορα.
Ὡς ἄστρον ἐν Λαρίσῃ ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καὶ
ἔφθασας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς διανοίας, βο-
λαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.
Πυρὸς ἀκμαιότερος ἀληθῶς, καὶ σιδήρου Μάρτυς, εὐτονώτερος
ὁραθείς, τὴν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώ-
σας ὅ ἀνεκήρυξας.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ Ναῷ σου καὶ
αἰτοῦντας ἀπὸ ψυχῆς, λύσιν ὀφλημάτων, καὶ ρῶσιν καὶ ὑγείαν, μὴ
παύση ἐποπτεύων, παραμυθούμενος.
Ὡς ἄνθος ἐφυτεύθη, θαυματουργέ, ἐν τῷ σεπτῷ Ναῷ σου, θεῖε
Φανούριε ἀθλητά, ἡ σεπτή εἰκών σου ἐκ Μάκρης τῆς Ἀσίας καί
πᾶσι νῦν προσφέρει τά συμφερότερα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστό-
λων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ΄). ......
Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία ....................
Ὁ Ἀναγνώστης· Ἀμήν.

- 28 -

Εἴτα τό Ἀπολυτίκον τῆς Ἐφεστίου Ἱ.Εἰκόνος. Ήχος δ`. Βασίλειον Διάδημα.

Φρουρόν καί προστάτην σε, ἡ Ἐνορία ἡμῶν, ὡς δῶρον
κατέχουσα τήν προσφοράν τῶν πιστῶν, ὑπέρ τῶν ψυχῶν ἡμῶν. Ἡ
σεπτή εἰκών σου, ἐκ Μάκρης τῆς Ἀσίας, εὑροῦσα οἶκον νέον, τήν
Ἐκκλησίαν ταύτην. Καί νῦν Φανούριε ἀθλητά, πρέσβευε τοῦ
σωθῆναι ἡμᾶς.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην
αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότη-
τος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χρι-
στιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρό-
πων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ
πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαί-
ρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμε-
νῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ
διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ΄ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς
ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁ-
μαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν
θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡ-
μᾶς. Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, .............

Μετὰ ψάλλονται τὰ παρόντα Θεοτοκία. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς ἐναθλήσας νομίμως,
ὑπὲρ Χρστοῦ τοῦ Θεοῦ, ὅθεν σοῦ δεόμεθα, μακράν ἀπέλασον, ἐξ᾽
ἡμῶν ταῖς πρεσβείαις σου παθῶν τὴν ὁμίχλην, καὶ τῶν περιστάσε-
ων, πικράν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας θυμηδί-
ας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.

Ἦχος πλ. δ΄.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρω-
σαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύ-
λαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς· Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέη-
σον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός· Ἀμήν.

- 29 -

ΧΑΙΡΕΤΙΣΜΟΙ

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΜεγαλομαρτυρΑ
ΦΑΝΟΥΡΙΟΝ ΤΟΝ ΝΕΟΦΑΝΗ
ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.

Μεγαλομάρτυρα Χριστοῦ τὸν γεννεότατον·
οὗ τὴν εἰκόνα ἡμεῖς σήμερον γεραίρομεν.
φιλενάρετοι, ἐκ Μάκρης Μικρᾶς Ἀσίας·
ἐν εὐλαβείᾳ, πίστῃ καὶ σεμνότητῃ·
ὡς θησαύρισμα νέον ἡμῖν παρέδοκαν·
Διὸ κράζομεν·
Χαίροις, Μάρτυς Φανούριε.

Οἱ οἶκοι

Αριστος στρατιώτης στρατιᾶς τοῦ Κυρίου,
Φανούριε τρισμάρτυς, ἐδείχθης (γ΄).
Θριαμβεύσας γάρ πλάνον ἐχθρόν μαστιγώσεις, ξέσεις
καί πυρός καύματα ὡς ἄλλου, μάρτυς, πάσχοντος ὑπέμει-
νας, διό βοῶμεν.

Χαῖρε, ὁ θεῖος Χριστοῦ ὁπλίτης· χαῖρε ὁ ἔνδοξος
στρατιώτης.

Χαῖρε, άθλητῶν ἀηττήτων εὐπρέπεια· χαῖρε, λαμπηδών
ἀρετῆς καί ἀπαύγασμα.

Χαῖρε, ὅτι ἡ εἰκών σου ἐδωρήθη ἡμῖν· χαῖρε, ὅτι πᾶσιν
ἔδειξας σήν οὐράνιον ἰσχύν.

Χαῖρε, ὅτι ἐκ Μάκρης ἡμῖν ἐχαρίσθης· χαῖρε, ὁ ἐν
κινδύνοις προστάτης καί ῥύστης.

- 30 -

Χαῖρε, ὁ θείαν εὔκλειαν ἔχων· χαῖρε ὁ τοῦ ναοῦ τούτου
τά δευτερία κατέχων.

Χαῖρε, τῆς εὐσεβείας ὁ καλός ἀθλοφόρος· χαῖρε, Θεοῦ
σοφίας ὁ φωστήρ ὁ πυρφόρος.

Χαίροις, Μάρτυς Φανούριε.

Β υθοῦ ἀγνοίας καί φόβου ἀπωλείας τήν θαυματουργόν

καί ἐφέστιον εἰκόνα σου κατέχοντες οἱ πιστοί ἔκρυπτον
ἐπιμελλώς ἐν τῷ ναῷ τούτῳ, ἕως οὗ ἀπεκαλύφθη ἡμῖν
δηλοῦσα τήν σήν ἄθλησιν τοῖς σοί βοῶσιν.

Ἀλληλούϊα.

γ νῶσιν λαβόντες πάντες, οἱ φιλενάρετοι πιστοί, ά θαυ-

μαστά τῆς σῆς πανσεβάστου εἰκόνος, σπεύδουν εὐλαβῶς
καί βίον σου τόν θαυμαστόν, ἄριστε Φανούριε μανθάντον-
τες, ἐν κατανύξει νῦν κραυαγάζουσι·

Χαῖρε, λαμπάς τοῦ φωτός τοῦ ἀδύτου· χαῖρε, χαρᾶς
κοινωνός τῆς ἀλήκτου.

Χαῖρε, ὁ νέος Χριστοῦ σταρτιώτης· χαῖρε ὁ τοῦ ἐχθροῦ
χριστοφόρος διώκτης.

Χαῖρε ὁ θεῖος καί συνετός ἐν ἀνδρείᾳ· χαῖρε ὁ τούς
πιστούς ὁδηγῶν ἐν σοφίᾳ.

Χαῖρε, ἀθλητής τοῦ Σωτῆρος νεόλεκτος· χαῖρε, πρε-
σβευτής πρός Θεόν ὁ ἀνόθευτος.

Χαῖρε, στήριγμα παρθένων εὐλαβῶν· χαῖρε, δίδαγμα
αἰώνιον πολλῶν νέων ἀγαθῶν.

Χαῖρε, ἀκούων τάς δεήσεις ἡμῶν· χαῖρε ὅτι ἐκ Μάκρης
Ἀσίας, κατοικεῖς μεθ’ ἡμῶν.

Χαίροις, Μάρτυς Φανούριε.

Δ ύναμιν δίδεις τοῖς εὐλαβῶς ἀσπαζομένοις, τήν ἐν

θαύμασι περίλαμπρον θείαν εἰκόνα σου. Καί ἀπλανῶς
ἐκπληρῶν τάς αἰτήσεις ἡμῶν ὁδηγεῖς τάς καρδίας καί τά
χείλη τῶν πιστῶν, ἵνα ἀκαταπαύστως ψάλλωσιν.

Ἀλληλούϊα.

- 31 -

Ε λαμψεν ἐν μέσῳ ἡμῶν ὡς ἥλιος μεσημβρινός, ἡ Ἐφέ-

στιος καί θαυμαστή εἰκών σου, Μεγαλομάρτυς Φανούριε,
ἡ φωτίζουσα ἡμᾶς, ἵνα, πορευόμενοι τήν ὁδῶν ἡμῶν
χαίροντες καί ἐνδυναμούμενοι ἐν τοῖς ἄθλοις τοῖς σοῖς,
εὐθαρσῶς βοῶμεν.

Χαῖρε, ὁ λύχνος τῆς ἀριστείας· χαῖρε τό στέφος τῆς
εὐψυχίας.

Χαῖρε, λαμπηδών Ἐκκλησίας νεόφωτος· χαῖρε, σηπε-
δών ἀπιστίας ἡ δύσοσμος.

Χαῖρε, ὅτι ξένως ἔμεινας ἀβλαβής ἐκ τῶν θηρῶν· χαῖρε
ὅτι ἐμεγάλυνας τόν φιλάνθρωπον Θεόν.

Χαῖρε, ὅτι ἐπήρθης πρός οὐράνιον δόξαν· χαῖρε ὅτι
λαμπρύνης Λαρισαίων τήν χώραν.

Χαῖρε, τῆς ἐνορίας ταύτης ὁ ἔφορος· χαῖρε, ἁπάντων
πιστῶν ὁ ἄγρυπνος πρόμαχος.

Χαῖρε, Θεοῦ φρυκτωρός τῆς ἀγάπης· χαῖρε, ἐχθροῦ
καταπέλτης ἀπάτης.

Χαίροις, Μάρτυς Φανούριε.

Ζώσας τὴν ὀσφύν σου Μάρτυς τῇ ἰσχύϊ τοῦ Θεοῦ,

πανοπλίαν τε φορέσας πίστεως τὴν ἀῤῥαγῆ, καὶ κρατῶν
ἐν ταῖς χερσί σου τὸν Πανάγιον Σταυρόν, κατηδάφισας εἰς
τέλος παρατάξεις τῶν ἐχθρῶν. Ὅθεν ηὔφρανας Ἀγγέλων
ὢ Φανούριε χορούς, φίλους τούτους τε ποιήσας καὶ
συνόμιλος ὀφθείς, ψάλλεις σὺν αὐτοῖς ἀπαύστως τὴν
τρισάγιον ᾠδήν·

Ἀλληλούϊα.

Ηλιος νέος ὤφθη, ἡ ἐκ Μάκρης τῆς Ἀσίας, σεβασμία

εἰκών σου καί ταύτην ἔχουσα ἡ ἐνορία ἡμῶν, ὡς θεῖον
θησαύρισμα, Φανούριε ἔνδοξε, ἡ φιλοτιμία τῶν πιστῶν
χρόνους μακρούς ἐν τοῖς κόλποις τῆς ἐκκλησίας ἡμῶν, τήν
σήν ἔκρυπτεν θαυματουργήν εἰκόναν, ὡς ὄλβον, εὐλαβέ-
στατα καί ἥ νῦν αὐγασθεῖσα κράζει.

Χαῖρε, τῶν Λαρισαίων καί τῆς ἐνορίας ταύτης τό
εὖχος· χαῖρε, ἁπάντων πιστῶν τό κλέος.

- 32 -

Χαῖρε, ὁ ἀνύσας ἀθλήσεως σκάμματα· χαῖρε, ὁ
ἐκτρέψας ἀπίστων τά ἅρματα.

Χαῖρε, τῆς Ἐνορίας ἡμῶν ὁ πολυτίμητος ὄλβος· χαῖρε,
κινδυνευόντων ὁ ἀχείμαστος ὅρμος.

Χαῖρε, σκεῦος τῶν χαρίτων, ἐξαισίων πλησμονή· χαῖρε
κρουνός θαυμάτων καὶ ἀείῤῥυτος πηγή.

Χαῖρε, ὅτι προλαμβάνεις τοὺς ἐν θλίψεσιν ἀεὶ· χαῖρε,
ὅτι ἐπακούεις τῶν φωνούντων σε ταχύ.

Χαῖρε, τοῦ Χριστοῦ Μαρτύρων λαμπροτάτη κορωνίς·
χαῖρε, τεῖχος πιστῶν καὶ ἀνίκητος ἀσπίς.

Χαίροις, Μάρτυς Φανούριε.

Θ αυμαστώς τῇ Ἐνορίᾳ ταύτῃ προσεφέρθη ὑπό τῶν πι-

στῶν ἐκ Μάκρης τῆς Μικρᾶς Ἀσίας ἡ θαυματουργή εἰκών
σου, ἡ βληστάνουσα πᾶσι τοῖς πιστοῖς ἰαμάτων ῥεῖθρα, ἀ-
θλητά Φανούριε, καί τοῖς σπεύδουσι τρανῶς τῷ Λυτρωτῇ
φωνῆσαι·

Ἀλληλούϊα.

ι νδαλμα σαθρὸν τῆς πλάνης, ἀληθείας τῷ πυρὶ ἀπημαύ-

ρωσας εἰς τέλος τοῦ Κυρίου Ἀθλητά, τοῦ Θεοῦ ἡμῶν τὸ
σθένος τοῖς ἀθέοις φανερῶν. Ὅθεν καὶ ἡμεῖς χορείαν συ-
στησάμενοι καινήν, ἀνυμνοῦμεν τῆς σῆς εἰκόνως τά μεγα-
λεία ὢ Φανούριε καὶ προθύμως ἐκβοῶμεν σοι ἀπὸ ψυχῆς·

Χαῖρε, ὁ πύργος τῆς ἐκκλησίας· χαῖρε, ὁ λίθος Σιὼν
ἁγίας.

Χαῖρε, τοῦ χαλκοῦ καὶ σιδήρου στεῤῥότερος· χαῖρε, τοῦ
γεώδους χρυσίου λαμπρότερος.

Χαῖρε, ὁ ὑπερυψώσας συμμαχίαν τοῦ Θεοῦ· χαῖρε, ὁ
ἐκμηδενίσας παρατάξεις τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι θεραπεύεις τά αἰτήματα ἡμῶν· χαῖρε, ὅτι
ἀποκαλύπτεις κατά τρόπον μυστικόν.

Χαῖρε, ὅτι σεαὐτὸν εἰργάσω ἱερεῖον τῷ Θεῷ· χαῖρε, ὅτι
τὰς καρδίας ἱλαρύνεις τῶν πιστῶν.

Χαῖρε, Χριστοῦ σπέρμα καί ἐκκλησίας βλαστός· χαῖρε,
τῆς οἰκουμένης ἐνδοξότατος καρπός.

Χαίροις, μάρτυς Φανούριε.

- 33 -

Κ ρυπτῶν ἀντικειμένων κατά τρόπον θαυμαστόν ἀποκα-
λύπτεις τόν τόπον καί ὁ λόγος ἡμῶν εἰς τὰ πέρατα τῆς
γῆς ἐξελθῶν συγκαλεῖ τά πλήθη τῶν πιστῶν ἵνα ὑμνήσω-
μεν πάντες τὸν Θεὸν τὸν ἐν Ἁγίοις δοξαζόμενον καί αἶνον
ἐκ καρδίας πλέξωμεν καινόν, ᾄδοντες τήν ἐπινίκιον ωδήν·

Ἀλληλούϊα.

Λ ίθῳ βαρεῖ ὁ θεῖος ἀθλητής τοῦ Κυρίου βαρούμενος τό
πάνσεπτον σῶμα ἀνεβόα· ἐν πέτρᾳ, Χριστέ, τῶν σῶν
θελημάτων, Ἰησοῦ πάνσεπτε, στερεωθείς πρός ἄθλησιν
χωρῷ· Αὐτῷ οὖν ἐκβοῶμεν·

Χαῖρε τῶν Λαρισαίων ὁ ἄριστος τροπαιοῦχος· χαῖρε,
τῆς ἐνορίας ταύτης ὁ ἔνθεος λαμπαδοῦχος.

Χαῖρε, τοῦ Κυρίου δρομεὺς εὐσθενέστατος· χαῖρε, ἀλ-
λοτρίου ἐχθρὸς ἀκαταίσχυντος.

Χαῖρε, ἀφθαρσίας τό κρίνον τό ἥδιστον· χαῖρε, ἀσεβεί-
ας τό ξῖφος τό δίστομον.

Χαῖρε, τῶν ἐν ἀσθενείᾳ συμπαθέστατος βοηθός· χαῖρε,
τῶν ἐν ἀνάγκῃ καί περιστάσει ὁδηγός.

Χαῖρε, ὅτι τό κάλλος θεωρεῖς τοῦ Δεσπότου· χαῖρε, ὅτι
τοῦ φέγγους ἀπολαύεις τοῦ πόλου.

Χαῖρε, κτίσεως ἁπάσης τηλαυγέστατος φωστήρ· χαῖρε,
τῶν ἀσθενοῦντων στοργηκότατος πατήρ.

Χαίροις, μάρτυς Φανούριε.

Μάρτυς ἠγλαϊσμένε μηδαμῶς ἐδειλίασας· προσεδέθης
γὰρ μαγγάνῳ καὶ ἐξέσθης τὰς πλευράς, καιομέναις δὲ
λαμπάσι κατεφλέχθης Ἀθλητά, λίθον δὲ βαρὺν ἐβάστας
γενναιόφρονι ψυχῇ. Ὅθεν καθαρθεὶς ὡς χρυσός, νῦν ἐ-
κλάμπεις ἀληθώς καί πάντας προσκαλεῖς τοῦ ὑμνῆσαι καὶ
βοῆσαι τῷ Θεῷ·

Ἀλληλούϊα.

Νόμον ἐκπληρῶν τοῦ Δεσπότου, ὃν ἐπόθεις ἐκ παιδός,
ὡς ὡραῖος νεανίας ἠκολούθησας Αὐτὸν καὶ ποτήριον
προθύμως ἔπιες μαρτυρικόν, ἵνα καί ἡμεῖς ὀρόντες τά με-

- 34 -

γαλεῖα τά σά ἐνώπιον τῆς θαυματουργοῦ καί ἐφεστίου
ἱερᾶς εἰκόνος σου, μέλπωμεν ἐκθύμως καί ψάλωμέν ἐν
χαρᾷ σοί ταῦτα·

Χαῖρε, ἡ πτῶσις τῆς δυσσεβείας· χαῖρε, ἡ γνῶσις τῆς
ἀληθείας.

Χαῖρε, ὁ τῆς ἐκκλησίας μαργαρίτης χρυσαυγής· χαῖρε,
οἰκουμένης φρυκτωρὸς ἀειλαμπής.

Χαῖρε, ὅτι παῤῥησίᾳ τῷ Θεῷ ἡμῶν πρεσβεύεις· χαῖρε,
ὅτι πάντοτε εὐπροσδέκτως ἱκετεύεις.

Χαῖρε, ὅτι ἐξέσθης καί λαμπάσιν ἐφλέχθης· χαῖρε, ὅτι
ἄνθος εὐώδες τοῦ Παραδείσου ἐδείχθης.

Χαῖρε, τῶν ἐν ἀνάγκαις ὁ θεῖος ἀρωγός· χαῖρε, ὁ τῶν
Μαρτύρων καί Ἀθλητῶν στηριγμός.

Χαῖρε, Ἐκκλησίας κλέος καὶ ὁλόφωτος κρηπίς· χαῖρε, ὁ
τοῦ Δεσπότου Χριστοῦ μημιτής.

Χαίροις, μάρτυς Φανούριε.

Ξ ένων πέλεις θαυμάτων αὐτουργός καί σημείων, διά τῆς
Ἐφεστίου καί θαυματουργοῦ σου ἱερᾶς εἰκόνος, Φα-
νούριε κλεινέ, παραδόξων ποιητής, ὅθεν καί ἡμεῖς εὐλα-
βῶς τά μεγαλεῖα σου προφέρομεν καί σπεύδοντες χαρμο-
σύνως τῇ σῇ χάριτι θερμῶς βοῶμεν·

Ἀλληλούϊα.

ο ὐρανῶν ταξιαρχίαι ἐθαμβήθησαν ἐν σοί, ἐνορώσαι
σοὺς γενναίους ἀγῶνας καὶ τήν ἄκαμπτον ψυχήν Ἀ-
θλητά, καί στέφος ἔθεσαν τῇ σῆ τιμίᾳ κορυφῆ, ὅθεν καί ἡ-
μεῖς στεντορείᾳ τῇ φωνῇ καί λογισμοῖς καθαροῖς ἀκατα-
παύστως μελωδοῦντες κραυγάζωμέν σοι ταῦτα·

Χαῖρε, ἀήττητος ἐν ἀθλήσει· χαῖρε, ὑπέρφωτος ἐν
δράσει.

Χαῖρε, Ἀγγέλων φαιδρὸν ἀγαλλίαμα· χαῖρε, πιστῶν τὸ
ἀσάλευτον στήριγμα.

Χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς·
χαῖρε, ὁ κοσμήσας ὀρθοδόξων τοὺς ναούς.

Χαῖρε, ὁ θερμῶς ἐν ἀνάγκαις προφθάνων· χαῖρε, ὁ
ταχὺ τῶν φωνούντων ἀκούων.

- 35 -

Χαῖρε, Ἥλιον τῆς δόξης ὁ μηνύων τηλαυγῶς· χαῖρε,
φῶς τοῖς ἐν τῷ σκότει ὁ ἐμφαίνων ἱλαρῶς.

Χαῖρε, ὁ ἑξανατείλας ὡσεὶ ῥόδον ἐκ τῆς γῆς· χαῖρε, ὁ
εὐλογήσας Λαρισαίων τὴν πληθύν.

Χαίροις, μάρτυς Φανούριε.

Πρόφθασον βοηθῆσαι διά τῆς Ἐφεστίου καί θαυματουρ-
γοῦ ἱερᾶς σου Εἰκόνος τοῖς ἐν κλίνῃ κειμένοις
ἀδελφοῖς ἡμῶν, Φανούριε, δεινῆς ἀσθενείας, ὁ κατ’ ὄναρ
κυρίοις φανείς ἱερέων δούλων, ὥνπερ ἐμάλαξας καρδίαν
ἀῤῥωστήμασιν κακοῖς τοῖς μή εἰδόσι ψάλλειν·

Ἀλληλούϊα.

Ρ όδον τοῦ Παραδείσου εὐῶδες ἐδείχθης καί ὡς ἄνθος
τερπνόν καί μυρίπνον ἐν τῷ ναῷ τούτῳ ἡ Ἐφέστιος
καί θαυματουργός σου εἰκών ἐφυτεύθη καί προσφέρει ἡ-
μῖν πλουσίαν θαλπωρήν, ὅθεν καὶ ἡμεῖς στεφάνους πλέ-
κοντές σοι ἐξ ᾠδῶν, οὑ παυόμεθα προσάδειν σοι ἐν
σπουδῇ καί πόθῳ ἀληθεῖ·

Χαῖρε, Μαρτύρων ἡ ὡραιότης· χαῖρε, Ἀθλούντων ἡ
κοσμιότης.

Χαῖρε, τῶν θαλαττευόντων ἡ γαλήνιος ἀκτίς· χαῖρε,
χειμαζομένων θεοπρόβλητος πυξίς.

Χαῖρε, ὁ τοῦ Φωτοδότου παμφαέστατος λύχνος· χαῖρε,
τοῦ Παρακλήτου φωτεινότατος δόμος.

Χαῖρε, ὅτι ἠχμαλώτευσας ἀοράτους δυσμενεῖς· χαῖρε,
ὅτι ἠλευθέρωσας αἰχμαλώτους ἱερεῖς.

Χαῖρε, πιστῶν προπύργιον ἄσειστον· χαῖρε, ἐχθρῶν
δεινόν ὀλετήριον.

Χαῖρε, ψυχῶν θεραπεύων τά πάθη· χαῖρε, ἡμῶν τῶν
Λαρισαίων ἰατρεύων τά ἄλγη.

Χαίροις, μάρτυς Φανούριε.

Σέλας θεῖον καθορᾷς σὺν Ἀγγέλων στρατιαῖς, καὶ Θρό-
νῳ παρίστασαι φωτοδότιδος πηγῆς, ἀπολαύων θείου
κάλλους ἐν παραδείσου αὐλαῖς. Τούτῳ δὲ μὴ ἐλλείπῃς

- 36 -

θερμῶς καθικετεύειν, Φανούριε, ὑπὲρ πάντων τῶν τιμών-
των σου πιστῶς, καὶ βοώντων τῷ Θεῷ·

Ἀλληλούϊα.

Τ οῖς ἀψύχοις ξοάνοις, πάτερ σημειοφόρε, οὐκ ἔκλινας
σόν τίμιον γόνυ καί τοῖς λίθοις εἰδώλων σοφῶς οὐ θυ-
σίαν, μάρτυς θαυμαστέ, ἔνειμας ἀλλά Χριστόν ἐκήρυττες·
διό σοι ἐν χαρᾷ φωνοῦμεν·

Χαῖρε, ὁ ἔνδοξος νικηφόρος· χαῖρε, ὁ ἄριστος ἀθλοφό-
ρος.

Χαῖρε, τῶν μαρτύρων ἁπάντων ὁμότροπος· χαῖρε, τῶν
ἁγίων Ἀγγέλων ὁμόσκηνος.

Χαῖρε, ὁ διά τῆς εἰκόνος ταύτης μέγας ἐν θαύμασι·
χαῖρε, ἡ ἀνάπαυσις τῆς ζωῆς ἡμῶν ἐν πᾶσι.

Χαῖρε, γέρα ἀγώνων κομισάμενος σπουδῇ· χαῖρε, δόξης
ἀγήρω ὁ κτησάμενος στολήν.

Χαῖρε, πόνους ὑπομείνας γενναιόφρονι ψυχῇ· χαῖρε, εὐ-
φροσύνης θείας ἀπολαύων ἐν τρυφῆ.

Χαῖρε, Χριστοῦ ὡραῖον ὀσφράδιον· χαῖρε Λαρισαίων
πιστῶν φυλακτήριον.

Χαίροις, μάρτυς Φανούριε.

Υ μνοις μελισταγέσι κατά χρέος τιμᾷ σε, ἀθλητά εὔψυχε,
ἡ ἐνορία ἡμῶν καί τό χριστεπώνυμον πλῆθος τῶν Λα-
ρισαίων, ἐκζητοῦντες τήν σήν ἀρωγήν τοῖς τοῦ βίου δει-
νοῖς καί ἐστῶτες ἐνώπιον τῆς ἐφεστίου καί θαυματουργοῦ
ἱερᾶς εἰκόνος, Φανούριε, ἐκ βάθους ψυχῆς καί ἐν εὐγνω-
μόνῳ ψυχῇ βοῶμεν ἀσιγήτως·

Ἀλληλούϊα.

Φ λόγα τῶν ἀνημμένων ὑπομείνας λαμπάδων, φλέξον,
Φανούριε, πυρί πρεσβειῶν σου τήν καθ’ ἡμῶν τοῦ
ἐχθροῦ μανίαν καί τοῖς πρός σέ καταφεύγουσι δίδου
εἰρήνην, ἅγιε, ἵνα καί ἡμεῖς νῦν, ἀκαταπαύστως καί ἐν
πόθῳ ἀκλινεῖ, προσκυνοῦντες, εἰκόνα τὴν σεβάσμιον,
τοῦτον τόν ὕμνον σοί εὐλαβῶς βοήσωμεν·

Χαῖρε, ἡ κρίνη τῶν ἰαμάτων· χαῖρε, ἡ στήλη τῶν θαυ-
μασίων.

- 37 -

Χαῖρε, Μαρτύρων τὸ θεῖον ὡράϊσμα· χαῖρε, Ἁγίων
ἁπάντων ἀγλάϊσμα.

Χαῖρε, στήριγμα ἀσάλευτον Λαρισαίων ἱκετῶν· χαῖρε,
καύχημα περίδοξον τῆς ἐνορίας ἡμῶν.

Χαῖρε, στίγματα βαστάσας Μαρτυρίου ἐν σαρκί· χαῖρε,
ὁ δοξάζων τὸν Θεὸν ἀενάως σῇ ψυχῇ.

Χαῖρε, ὁ παρέχων θερμήν προστασίαν· χαῖρε, ὁ εὐ-
φραίνων ἡμᾶς τῇ ἱλαρᾷ σου παρουσίᾳ.

Χαῖρε, ἐντολὰς τοῦ Νόμου ὁ τηρήσας νουνεχῶς· χαῖρε,
τρῖβον ὁ βαδίσας Μαρτυρίου ἀκλινῶς.

Χαίροις, μάρτυς Φανούριε.

Χ άριν θείαν πηγάζεις, ὡς ἀκένωτος κρήνη, διά τῆς
θαυματουργοῦ σου εἰκόνος, Φανούριε ἔνδοξε, τοῖς σέ
προσιοῦσι Λαρισαίοις καί ἀεί ἁγιάζεις τούς πιστούς τούς
ἀποζητοῦντας σήν θερμήν εὔνοιαν ἐν βίου τοῖς παλαίσμα-
σι καί ψάλλοντάς σοι φωναῖς ὁσίαις·

Ἀλληλούϊα.

Ψ άλλοντές σου τούς ἄθλους, καλλιμάρτυς Κυρίου, Φα-
νούριε, οὕς ἔτλης ἐμφρόνως δι’ ἀγάπην Χριστοῦ τοῦ
Θεοῦ, ἀπό πάσης ῥῦσαι συμφορᾶς κράζομεν τούς πόθῳ
ἀνυμνοῦντάς σε καί πίστει σταθηρά βοῶντας·

Χαῖρε, τὸ ἄνθος τῆς εὐσεβείας· χαῖρε, τὸ ῥόδον τῆς
ἀληθείας.

Χαῖρε, πιστοῖς θείαν Χάριν παρέχων· χαῖρε, τοῖς Λαρι-
σαίοις θείαν ῥῶσιν ὁ νέμων.

Χαῖρε, τῶν ἀριστευσάντων ἡ πανευπρεπὴς εἰκών·
χαῖρε, τῶν ἀθλούντων ἡ ὑψίστη λαμπηδών.

Χαῖρε, σκότους καθαιρέτα καί φωτὸς ὁδηγός· χαῖρε,
ἀπαυγασμάτων ἐνθέων χορηγός.

Χαῖρε, πιστοὺς στηρίζων εὐπροσδέκτοις εὐχαῖς· χαῖρε,
ὁ εὐφραίνων ταῖς θαυμάτων σου σειραῖς.

Χαῖρε, τῆς Ἐνορίας ἡμῶν δόξα καὶ γαλήνιος λιμήν·
χαῖρε, φῶς τῆς ἐκκλησίας ἀνέσπερος ἡμῖν.

Χαίροις, μάρτυς Φανούριε.

- 38 -

ΩΧριστοῦ καλλιμάρτυς καί ἡμῶν παραστάτης, διά τῆς
θαυματουργοῦ σου εἰκόνος ταύτης (γ΄).
Καί τῆς ἀλήκτου ζωῆς ἡμῶν κοινωνός καί τῶν κλυδονιζο-
μένων ἐν δίναις τοῦ βίου βοηθός, ἀξίωσον ἡμᾶς τοὺς σὲ
τιμῶντας, καταβαλεῖν ἐχθρὸν τὸν πολυμήχανον καὶ στέφος
ἀναδέξασθαι θείας δόξης, ἵνα πόθῳ σε ὑμνολογοῦντες,
ψαλοῦμεν ἐκ καρδίας ἀσιγήτως, τόν ὕμνον τῶν Ἀγγέλων.

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.
Μεγαλομάρτυρα Χριστοῦ τὸν γεννεότατον, Οὐ τὴν
εἰκόνα ἡμεῖς σήμερον γεραίρομεν φιλενάρετοι ἐκ Μάκρης
Μικρᾶς Ἀσίας. Ἐν εὐλαβείᾳ πίστῃ καὶ σεμνότητῃ Ὡς
θησαύρισμα νέον ἡμῖν παρέδοκαν Διὸ κράζομεν Χαῖρε,
Μάρτυς Φανούριε.

ΕΓΚΩΜΙΑ ΤΟΥ ΑΓΙΟΥ

Αἱ γενεαὶ πᾶσαι

Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Φανούριον τόν
Μέγαν.

Τῆς Ἐκκλησίας ταύτης ὡς θησαυρός ὑπάρχει ἡ
θαυμαστή εἰκών σου.

Ἐκ Μάκρης τῆς Ἀσίας κατεύθασεν ἐνθάδε καί πάντας
διασώζει.

Ὡς θείαν σκέπην πάντες ἔχουσι τήν σεπτήν σου
Ἐφέστιον εἰκώνα.

Ἄξιόν ἐστι,

Ἄξιόν ἐστι, μακαρίζειν σε, μεγαλομάρτυς τοῦ Χριστοῦ
τά θεία παθήματα ὑπομείνας εὐθαρσῶς καί ἀκλινῶς.

Ἄξιόν ἐστί, ἵνα ἔχομέν σε μέγαν θησαυρόν, καί τῆς
ἐνορίας ὁ ἔνθερμος, βοηθός καί φύλαξ πάντων τῶν
πιστῶν.

Ἄξιόν ἐστι, τήν Ἐφέστιον εἰκόνα ταύτην, εὐσεβῶς ἐν
πίστῃ στολίσωμεν, καλλιφώνως ἀνυμνοῦντες ἐν χαρᾷ.

Ἡ ζωὴ ἐν τάφῳ,

Ὁ μεγαλομάρτυς, καί πιστός βοηθός, ὁ Φανούριος ὁ μέγας
θαυματουργός, συγκατέβη ἵνα μείνει μεθ’ ἡμῶν.

- 39 -

Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! ἡ ἐκ Μάκρης
τῆς Ἀσίας εἰκόνα σου μεθ’ ἡμῶν συγκατοικεῖ ὡς βοηθός.

Νῦν μεγαλομάρτυς, ἡ πληθής τῶν πιστῶν σέ γεραίρει καί
ἐν δάκρυσι εὔχεται, ἵνα πάντοτε ὑπέρ ἡμῶν πρεσβεύεις
ἀκλινῶς.

Πρὸ δὲ τοῦ δι’ εὐχῶν τὸ ἀκόλουθον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἄνθος εὐφρόσυνον, καί εὐωδέστατον. Θαυμάτων χάρισι,
πιστοὺς κατηύφρανεν, νῦν ἡ Ἐφέστιος εἰκών,ἐκ Μάκρης Μι-
κρᾶς Ἀσίας. Χρόνοις ἐν ὑστέροις γάρ, ἐκ τῆς γῆς ἀνατέταλ-
κας· φῶς παρέχων τοῖς πιστοῖς καί πᾶσι τά ἱάματα.Διό ἐν κα-
τανύξει βοῶμεν Χαῖρε, Χριστοῦ Μεγαλομάρτυς.

Δίστιχα ἀκροτελεύτια.

Νίκην δίδου ἀκληνή
Ιδέας καὶ Θεοῦ σοφίαν
Καρδίαν καθαράν, πυρφόρον
Ημέρας θείων προσφορῶν
Φωτὸς ἐκλάμπον τὴν ζωὴν
Ολο τὸ σῶμα καὶ ψυχὴν
Ρώσιν καὶ θάρρος ἀβλαβῆ
Οδηγὼν ὡς Ποιμένος μιμητὴς
Σωτηρίων λόγων, νομάς.

- 40 -

ΕΥΧΕΣ ΥΠΕΡ ΥΓΕΙΑΣ

(Ἐκ τοῦ μικροῦ εὐχολογίου)

ΜΕΡΟΣ ΠΡΩΤΟΝ.
ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἦχος δ΄. Βασίλειον διάδημα

Οὐράνιον ἐφύμνιον ἐν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν
νῦν ἑορτάζει φαιδρῶς Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνωδίαις,
εὐφημούσι τοὺς ἄθλους, κατωθεν Ἐκκλη- σία τὴν οὐράνιον
δόξαν. ην εὖρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Ἀπολυτίκον τῆς Ἐφεστίου Ἱ.Εἰκόνος.

Φρουρόν καί προστάτην σε, ἡ Ἐνορία ἡμῶν, ὡς δῶρον
κατέχουσα τήν προσφοράν τῶν πιστῶν, ὑπέρ τῶν ψυχῶν ἡμῶν. Ἡ
σεπτή εἰκών σου, ἐκ Μάκρης τῆς Ἀσίας, εὑροῦσα οἶκον νέον, τήν
Ἐκκλησίαν ταύτην. Καί νῦν Φανούριε ἀθλητά, πρέσβευε τοῦ
σωθῆναι ἡμᾶς.

Δόξα. ΚΟΝΤΑΚΙΟΝ
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον

Ἱερεῖς διέσωσας αἰχμαλωσίας ἀθέου καὶ δεσμὰ συνέ- θλασας
δυνάμει Θεῖα, Θεόφρον, ἤσχυνας τυράννων θράση γενναιοφρόνως,
ηὔφρανας Ἀγγέλων τάξεις Μεγαλομάρτυς, διὰ τοῦτο σὲ τιμῶμεν,
θεῖε ὁπλίτα, Φανούριε ἔνδοξε.

Καί νῦν.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν ἁγίων καί τῆς Θεοτόκου τήν
σήν εἰρήνη δός ἡμῖν, καί ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

ΕΥΧΗ ΠΡΩΤΗ

ΜΕΡΟΣ ΔΕΥΤΕΡΟΝ

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας
κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανού- ριε ἔνδοξε· ὅθεν τοῖς
εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων,
τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὡς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας στεῤῥῶς,
πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης
Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς
τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην, Μαρτύ- ρων ἀγλάισμα.

Καί νῦν Θεοτοκίον.
Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα
πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεο- τόκε

- 41 -

πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν,
βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.

ΕΥΧΗ ΔΕΥΤΕΡΗ

ΜΕΡΟΣ ΤΡΙΤΟ
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν
θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον
τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν
γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ
ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δόξα
Ἦχος γ΄. Θείας πίστεως.
Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ
ἐπτοήθης, ἀλλ' ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν θηρῶν
ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς
ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.

Καί νῦν Θεοτοκίον.
Ὄρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπι-
σκιάσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ
ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι·
χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλὲς
φυγαδευτήριον.

ΕΥΧΗ ΤΡΙΤΗ

ΚΑΘΙΣΜΑΤΑ
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Mαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑπὸ
μόδιον σιγῆς, ἔμεινας ἔτεσι πολλοῖς, ἀλλ' ἐπεγνώσθης ἐν Ῥόδῳ
νεύματι θείῳ· ἔνθεν ἐμφανής, πᾶσι τοῖς πέρασι, θαύμασι
πολλοῖς, Μάρτυς γενόμενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις ἑκάστοτε, ἐν
εὐκαιρίαις καὶ θλίψεσι· διό σε πάντες,
ἀνευφημοῦμεν, Φανούριε ἀθλοφόρε.

Θεοτοκίον
Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώματον
Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα ἀπάτῃ τοῦ

- 42 -

βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίμορφος, φέρουσα
χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται,
ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Ἀλλ' ὦ Παρθένε, τῆς οὐρανίου, δόξης
ἡμᾶς καταξίωσον

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Στόματι λαμπρῷ, Χριστοῦ ὡμολόγησας τὸ μέγα ὄνομα, ἄνθος
τῆς νεότητος, καὶ πᾶσαν ἄλλην λιπὼν ἀπόλαυσιν, Φανούριε
πανθαύμαστε, καὶ χαίρων ἤνυσας, τοὺς μεγίστους, πόνους τῆς
ἀθλήσεως, ὡς Χριστοῦ στρατιώτης ἀήττητος.
Ἰνα τῆς σεπτῆς, Φανούριε τύχωσιν ἐπιστασίας σου, ἱερεῖς οἱ
δέσμιοι, τῇ χάριτί σου θερμῶς προσέπεσον, καὶ παραδόξως Ἅγιε
ἠλευθερώθησαν, τῇ ὀξείᾳ, Μάρτυς ἀντιλήψει σου, ἀνυμνοῦντες τὸ
μέγιστον θαῦμά σου.
Μέγαν ἀληθῶς, ποοστάτην καὶ ἔφορον Μάρτυς Φανούριε,
πανταχοῦ σε κέντηναι,οἱ τὸ σεπτόν σου καλοῦντες ὄνομα, καὶ
τάχος τῆς εὐνοίας σου τὰ δῶρα δέχονται· διὰ τοῦτο, τὴν ἁγίαν
μνήμην σου, χαρμοσύνως τελοῦμεν ὑμνοῦντές σε.
Ὁ νεοφανής, κἂν πάλαι ἠγώνισται Μάρτυς Φανούριος,
ἀνυμνολογείσθω μοι, ὡς τοῦ Σωτῆρος ὁπλίτης ἔνθεος· φανερωθεὶς
ἐν Ῥόδῳ γὰρ πᾶσιν ἐπέφανε, πρυτανεύων, δαψιλῆ δωρήματα, τοῖς
προστρέχουσι τούτῳ ἑκάστοτε.
Θεοτοκίον
Ὕμνησαν Ἁγνή, τὸ μέγα μυστήριον τῆς σῆς κυήσεως, τάξεις
ὑπερκόσμιοι, Θεὸν ὁρῶσαι ἐν σοὶ σαρκούμενον, πᾶσα ἡ γῆ δὲ
πέπλησται τῆς σῆς αἰνέσεως, ὅτι πάντες, τῇ κυοφορίᾳ σου, τῆς
ἀρχαίας κατάρας ἐῤῥύσθημεν.

Μεγαλυνάριον
Ὡς ἄνθος ἐφυτεύθη, θαυματουργέ, ἐν τῷ σεπτῷ Ναῷ σου, θεῖε
Φανούριε ἀθλητά, ἡ σεπτή εἰκών σου ἐκ Μάκρης τῆς Ἀσίας καί
πᾶσι νῦν προσφέρει τά συμφερότερα.
Ὡς ἄστρον ἐν Λαρίσῃ ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καὶ
ἔφθασας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς διανοίας, βο-
λαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.
Χαίροις ὦ Φανούριε ἀθλητά, ὁ πᾶσι παρέχων, τὰ αἰτήματα
συμπαθῶς· χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ, καὶ πάσης
Ἐκκλησίας, θεῖον ἀγλάισμα.

- 43 -

ΕΥΧΗ ΦΑΝΟΥΡΟΠΙΤΑΣ

Ἀπολυτίκον τῆς Ἐφεστίου Ἱ.Εἰκόνος. Ἦχος δ΄. Βασίλειον διάδημα

Φρουρόν καί προστάτην σε, ἡ Ἐνορία ἡμῶν, ὡς δῶρον
κατέχουσα τήν προσφοράν τῶν πιστῶν, ὑπέρ τῶν ψυχῶν
ἡμῶν. Ἡ σεπτή εἰκών σου, ἐκ Μάκρης τῆς Ἀσίας, εὑροῦσα
οἶκον νέον, τήν Ἐκκλησίαν ταύτην. Καί νῦν Φανούριε
ἀθλητά, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

Ἀπολυτίκον τοῦ Μεγαλομάρτυρος Ἁγ.Φανουρίου. Ἦχος δ΄.

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον
πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα.
Ἄνωθεν ὑμνωδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν
Ἐκκλησία τήν οὐράνιον δόξαν· ἥν εὗρες πόνοις καί ἄθλοις
τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ
πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε
ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς,
νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν,
πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα...

Ἱερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου. Καί δεσμά
συνέθλασας, δυνάμει θεία θεόφρον. Ἤσχυνας τυράννων
τά θράση γενναιοφρόνως, ηὔφρανας, Ἀγγέλων
τάξειςΜεγαλομάρτυς. Διά τοῦτο σέ τιμῶμεν, θεῖε ὁπλίτα
Φανούριε ἔνδοξε.

Καί νῦν....

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς
Θεοτόκου, τήν σῆν εἰρήνην δός ἡμῖν καί ἐλέησον ἡμᾶς, ὡς
μόνος Οἰκτίρμων.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡ-
μῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούν-
των ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερω-
τῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

- 44 -

Τοῦ Κυρίου δεηθῶμεν, Κύριε ἐλέησον.
Κύριε Ἰησοῦ Χριστέ, ὁ Οὐράνιος Ἄρτος, ὁ τῆς βρώσεως
τῆς μενούσης εἰς τὸν αἰώνα πλουσιοπάροχος χορηγός, ὁ
δοτὴρ τῶν ἀγαθῶν, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια
τῶν ἀβοηθήτων καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Εὐλόγησον
τὰ δῶρα ταῦτα καὶ τοὺς ταῦτα σοὶ προσκομίσαντας, εἰς
δόξαν σὴν καὶ τιμὴν τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος
Φανουρίου. Παράσχου δέ, ἀγαθέ, τοῖς εὐπρεπίσασι τά
δῶρα ταῦτα, πάντα τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά
σου. Εὔφρανον αὐτοὺς ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου,
δεῖξον αὐτοῖς ὁδοὺς πρὸς σωτηρίαν. Τὰ αἰτήματα τῶν
καρδιῶν αὐτῶν καὶ πάσαν τὴν βουλὴν αὐτῶν ταχέως
πλήρωσον, ὁδηγῶν αὐτοὺς πρὸς ἐργασίαν τῶν ἐντολῶν
σου, ἵνα διὰ παντὸς ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ὑμνῶσι
καὶ δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου,
πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου, τοῦ
Νεοφανοῦς ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου,
τοῦ Θαυματουργοῦ, καὶ πάντων Σου τῶν Ἁγίων.
Πλούσιοι ἐπτώχευσαν καί ἐπείνασαν.....

Ἀπόλυσις

- 45 -

- 48 -


Click to View FlipBook Version