The words you are searching are inside this book. To get more targeted content, please make full-text search by clicking here.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

Discover the best professional documents and content resources in AnyFlip Document Base.
Search
Published by galilea.gr, 2020-12-22 07:49:53

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

 

 

 

 

 

 

 
 
 
 
 
 

Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσά-
κουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν

εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶ-
νος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ
καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι
τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. ∆ιεπέτα-
σα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Τα-
χὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀπο-
στρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς κα-
ταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός
σου, ὅτι ἐπί σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύ-
σομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐ-
χθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ
θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁ-
δηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ
ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 1.1
ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

Εἶτα τὰ παρόντα τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπό
ψυχῆς προσπέσωμεν κραυγάζοντες, Ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι
τοὺς δούλους σου, τοὺς τιμῶντας σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος
προστάτης καὶ φύλαξ σωτήριος.

∆όξα Πατρί... Καί νῦν... Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν ∆έσποινα ἐκ σοῦ· σοὺς γὰρ
δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρ-
τον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ
κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ
καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐ-
φροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγ-
καίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στή-
ριξόν με. ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θε-
ός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου
ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώ-
ματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπει-
νωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσου-
σιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ὁ Εἱρμός.
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ
Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε Μάρτυς ἐνωτίσθητι εὐμενῶς, καὶ
λῦσον παθῶν τὴν καταιγίδα, τὴν ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρανίσι τῶν θείων σου πρεσβειῶν , ψυχῆς μου τὰ ἓλκη, ἐναπόπλυνον Ἀθλητά, καὶ
σβέσον τοῦ σώματος τὴν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολίσι καί νενέκρωμαι τὴν ψυχήν,
σὺ οὖν θεραπεύεις με, ὦ Μὰρτυς, πρὸς ζωφόρους ὁδοὺς κατευθύνων με.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 2.2

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπάρχων ἀνάπλεως φωτισμοῦ, Φανούριε Μάρτυς ὡς διάκονος τοῦ Φωτός, νοός
μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετών τῷ φωτί με καταύγασον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ρημάτων πληρώσασα νομικῶν, ὡράθης παρθένε ὡς γεννήσασα, τὸν Θεόν, τὸν
πάλαι λαλήσαντα ἐν νόμῳ, δι᾽ αἰνιγμὰτων καὶ τύπων Πανάμωμε.

Ὠδὴ γ΄. Ὁ Εἱρμός.

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ

σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐμπεσὼν τῷ πελάγει τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἢδη

καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας λιμένα, οἷα κυβερνήτης μου, σοφὲ

πανάριστος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰλασμός γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις,ἡ μαρτυρική σου πρεσβεία, Μάρτυς

Φανούριε, τοῖς προσιοῦσι σοι, καὶ ὁλικῶς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου μάκαρ

προμήθειαν.

∆όξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Μαρτυρίου τὴν τρίβον, πανευκλεῶς ὣδευσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοῦ σὲ

δοξάσαντος, καμὲ ὁδήγησον, τὸν ἐν αἰρέσεσι Μάρτυς, πάσης παραβάσεως

περιπλανώμενον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Ἐπουράνιε πύλη, δι᾽ ἧς ἡμῖν ἒλαμψεν, ὁ ∆ημιουργὸς τῶν ἁπάντων, καθάπερ

ἂνθρωπος, πύλας μοι ἂνοιξον, τῆς ἀληθοῦς μετανοίας, καὶ πυλῶν με λύτρωσαι τοῦ

Ἄδου ∆έσποινα.

∆ιάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὃτι πάντες τῇ σῇ πρεσβείᾳ

προστρέχομεν, ἵνα ρυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος

κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ ἱερεύς, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν
ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ
τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ χορός· Ἀμήν. Κάθισμα. Ἦχος β΄. Πρεσβεία Θερμή…

Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρὰ, καὶ αἰχμαλώτων
λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπης
ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τοὺς δούλους σου.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 3.3

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

Ὠδὴ δ΄. Ὁ Εἰρμός.
«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου
τὴν Θεόητα».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον, ὁ τῶν λίθων τὰ
προσκρούσματα, Μάρτυς ὑπομείνας ὥσπερ ἂσαρκος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἰαμάτων θεῖα χαρίσματα, τοῖς προστρέχουσι τῇ σκέπῃ
σου, καὶ τῶν νοσημάτων ἐξαίρεις καύσωνα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰατήριον ἂμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς πάσχουσιν
ἀντίληψις, καὶ τοῖς ἀσθενούσι ἀπολύτρωσις.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκός ἠμφίεσαι. Ὅθεν ἔνδυσον Φανούριε,
τὴν γεγυμνωμένην ψυχήν μου χάριτι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ πηγάσασα, τὸν ζωώσαντα
τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν θανατώσαντα.

Ὠδὴ ε΄. Ὁ Εἰρμός.
«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονι σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην,
παράσχου ἡμῖν, φιλάνθρωπε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄνωθεν ἡμᾶς ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν και συμφορῶν,
τοὺς ἐν πίστει εὐφημοῦντὰς σε Φανούριε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴλεων ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτεία σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν θελητήν, ἀπεργάζου
τοῖς ἀφρόνως ἁμαρτάνουσι.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σώματος πληγάς, ἐνεγκῶν στερρῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καὶ ψυχῶν,
ἀρρωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει καθημένους καὶ
σκιᾶ, καὶ ζωῆς, τὰς φωταυγείας ἐδωρήσατο.

Ὠδὴ ς΄. Ὁ Εἰρμός.

«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλή-

σθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνάγκας σου τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστόν Ἀθλοφόρε,
καταναλίσκεις τῆς πλάνης τὴν ὕλην, καὶ καταθάλπεις πιστῶν τὰ φρονήματα, διὸ
κατάφλεξον καμοῦ, τά σαθρά καὶ γεώδη νοήματα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρώσεως τῷ καρπῷ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπεῤῥίφθην νυμφῶνος, τὰ τῆς
φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου προφέρων τὴν ἄκανθαν, σὺ οὖν μὲ
ζώωσον σοφέ, καὶ τῆς πρώην με δόξης ἀξίωσον.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 4.4

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

∆όξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ὁλόκληρον σεαυτόν προσήγαγες, τῷ ∆εσπότῃ προσφορὰν και θυσίαν, ὅθεν καμέ,
ἐνδυνάμωσον Μάρτυς, αὐτῷ λατρεῦσαι ὁσίως Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς,
καθαρᾶς πολιτείας ἀκρότητα.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Ὑψαύχενα, δυσμενῆ ὑπόταξον, ταῖς ποσίν ἡμῶν Πανάμωμε Κόρη, ἡ τὴν πεσοῦσαν
ὑψώσασα φύσιν, τῇ ὑψηλῇ καὶ ἀρρήτῳ κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ,
ἐπηρμένου μετέωρον φρόνημα.

∆ιάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ
προστρέχωμεν, ἵνα ρυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τε-

κούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν
ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ
τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον ἦχος β’. Προστασία τῶν χριστιανῶν.

Υπερήφανον τύραννον κατέβαλες, τῇ γενναίᾳ ἀθλήσει σου ἔνδοξε, ἐξ οὗ ἀπάλλαξον
καὶ ἡμᾶς τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύχιον ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες
διάγωμεν, πλήρωσον τὰς αἰτήσεις, καὶ ἔμπλησον εὐφροσύνης, τοὺς προσιόντας σοι
πιστῶς, ὧ Φανούριε πανθαύμαστε.

Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη· ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι (δίς).

∆όξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ
Μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωο-
γονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον· Ἦχος δ

∆ίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς).

Στίχος: Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Ὁ Ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν
ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός· Κύριε, ἐλέησον (γ΄).
Ὁ Ἱερεύς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 5.5

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

Ὁ χορός· ∆όξα σοι, Κύριε, δόξα σοι.

Τὸ Εὑαγγέλιον ( Μτθ.Ι.32—36 καί ΙΑ.1)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων,

ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς˙ ὅστις δ ἄν ἀρνήσηταί με

ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ

νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς

αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρός αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς˙ καὶ ἐχθροὶ τοῦ

ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ˙ Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἱησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς

αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Ἦχος β΄. ∆όξα...

Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημά-

των.

Ἦχος ὁ αὐτός. Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλη-

μάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰ-

κτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ρόδον ὡς μυρίπνοον καὶ θησαυρός ζωηφόρος, ἐν Ρόδῳ κρυπτόμενος, Μάρτυς
πεφανέρωσαι τοῖς ἰκέταις σου, καὶ ζωῆς ἔμπνευσας, τὰς ὀσμὰς ἐν κόσμῳ καὶ ὀσμὴν
θανάτου ἥλασας, καὶ ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὧν περ τῆς λύμης
λύτρωσαι, τούς σοι προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας
ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς προσκαλουμένους σε.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Φανούριε

τρισμάκαρ, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς

αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχεις σύ, ἀθλοφόρε
Κυρίου· σῷζε τοὺς καταφεύγοντας, πρὸς τήν σεπτήν εἰκόνα σου, ὁ ἄμεσος προστάτης
τῶν πιστῶν.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου·

Ὁ χορός· Κύριε, ἐλέησον (ιβ΄).
Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·Ἀμήν.

Ὠδὴ ζ΄. Ὁ Εἰρμός.
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς κα-
μίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν παθημάτων, καί πρὸς
ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου ὁδήγησον Φανούριε, τοὺς πιστῶς σε
ἀνυμνοῦντας.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴδοιμι ὥρᾳ τῆς ἀνάγκης, σὲ συλλήπτορα καὶ θεῖον ἀρωγόν μου, τὰ λυποῦντα
ταχύ, σκεδάζοντα παμμάκαρ καὶ θείαν μοι δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 6.6

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἔλαμψας Μάρτυς ἐν τῇ Ρόδῳ, ὡς νεόφωτον καὶ φωτοφόρον ἄστρον, ἰαμάτων

αὐγὰς καὶ φέγγος χαρισμάτων, ἀστράπτων τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς

ἀπάτης.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πίον καὶ σύσκιον ὡράθης καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος, οἷς ἐν τύποις ποτὲ

ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τὴν ἔκτασιν, εὐφημοῦμεν σε Παρθένε.

Ὠδὴ η΄. Ὁ Εἰρμός.
«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καί ἐν βάτῳ πυρί τό τῆς Ἀειπαρθένου, τῷ Μωϋσεῖ μυστήριον
γνωρίσαντα, Κύριον ὑμνεῖτε, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρυπτικῆ σου πρεσβείᾳ ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλάς, καὶ καρδιῶν τὰ βάρη,

καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ βραβεύεις πᾶσι, κατ᾽ ἂμφω εὐρωστίαν

Φανούριε θεόφρον.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν καμίνῳ βληθείς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ ἐκέκτησο τὸ ὕδωρ, ἀλλὰ

καμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὣσπερ

ἀγροῦ καλάμην.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στρατευθεὶς τῷ καλέσαντί σε Λόγῳ, ἠγωνίσω λαμπρῶς, κατὰ τῆς ἀνομίας, ὃθεν

κἀμὲ τῆς κλήσεως ἧς κέκλημαι, ἂξιον ἐργάτην, ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου

εὐπροσδέκτοις.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Βασιλείας οἰκήτορά με δεῖξον, τῆς ἀλήτου Ἁγνὴ ὡς τέξασα ἀσπόρως, τὸν βασιλέα

πάντων καὶ ∆εσπόζοντα, οὗ ἡ βασιλεία, βασιλεία πύλη ἁπάντων τῶν αἰώνων.

Ὠδὴ θ΄. Ὁ Εἰρμός.
«Ἐξέστη ἐπί τοῦτο ὁ οὐρανός, καί τῆς γῆς κατεπλάγη τά πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις
σωματικῶς, καί ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν˙ διό σε Θεοτόκε, Ἀγγέλων καί
ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλαίῳ τῶν ἀγώνων σου Ἀθλητά, ἰλαρύνεις ἡμῶν τὴν διάνοιαν, καὶ ψυχικά, ἕλκη τε
καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρά,
νοσήματα ἰᾶσαι, ὡς χάριν κεκτημένος, παρὰ Θεοῦ Μάρτυς Φανούριε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰσχύϊ ἀριστεύσας παντουργική, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα τὸ καθ᾽ ἡμῶν,
σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος καὶ κραταίωμα, καὶ ἰσχύος πύργος
διαπαντός, γενοῦ τοῖς σοῖς ἰκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων
ἐγκαλλώπισμα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀνειλήπτωρ γενοῦ καὶ ὑπέρμαχος καὶ βοηθός,
τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερόν σου ὄνομα, Μάρτυς Ἀθλοφόρε
θαυματουργέ, ἐξ ἔριδος καὶ φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ρυόμενος Φανούριε.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 7.7

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

∆όξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ἰλύος κἀμέ ὕψωσον ἐμπαθοῦς, καὶ πικρᾶς συνηθείας Φανούριε, ἧ ἐκ παιδός
εἴκων ἐγεώργησα τοὺς καρπούς , τῆς ἁμαρτίας Ἅγιε, ψυχῆ τε καὶ σώματι ῥυπωθείς,
μή μέ παρίδης Μάρτυς, σὺ γὰρ τῶν ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν

Σκηνὴ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ Κτίσαντος, ἐν ᾗ Χριστός,
εἴργασται θαυμάσια φοβερά, τὸν γὰρ Ἀδάμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς,
σὺ εἶ Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.

Καὶ εὐθὺς τό·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερου-
βείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λό-
γον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν ἰαμάτων ὁ χειμμάρους ὁ δαψιλής, χαί-
ροις τῶν Ροδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.
Τὶς τῶν παλαισμάτων σου τὴν πληθύν, ἐξείπῃ ἀξίως καὶ τῶν πόνων τὸ καρτερόν; σὺ
γὰρ τῶν βασάνων, τὰ εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τὸν παναλάστορα.
Ὡς ἄστρον ἐν Ρόδῳ ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καὶ ἢθλησας πρὸ πολλοῦ, καὶ
καταφωτίζεις πιστῶν τὰς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.
Πυρὸς ἀκμαιότερος ἀληθῶς, καὶ σιδήρου Μάρτυς, εὐτονώτερος ὁραθείς, τὴν οἰκο-
νομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὅ ἀνεκήρυξας.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ Ναῷ σου καὶ αἰτοῦντας ἀπὸ ψυ-
χῆς, λύσιν ὀφλημάτων, καὶ ρῶσιν καὶ ὑγείαν, μὴ παύση ἐποπτεύων, παραμυθούμε-
νος.
Ὡς ἄνθος ἐφυτεύθη, θαυματουργέ, ἐν τῷ σεπτῷ Ναῷ σου, θεῖε Φανούριε ἀθλητά,
ἡ σεπτή εἰκών σου ἐκ Μάκρης τῆς Ἀσίας καί πᾶσι νῦν προσφέρει τά συμφερότερα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅ-

γιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ΄). ...................

Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία ....................
Ὁ Ἀναγνώστης· Ἀμήν.

Εἶτα τό τροπάριον. Ήχος δ`. Βασίλειον ∆ιάδημα.

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν
ἑορτάζει φαιδρῶς , Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς
ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις
τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν
ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούν-

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 8.8

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]

των καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύ-
λων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν
ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν
καθ΄ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡ-
μᾶς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μα-
κράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ∆έσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καὶ
φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύ-
ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
∆όξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ..............

Μετὰ ψάλλονται τὰ παρόντα Θεοτοκία. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς ἐναθλήσας νομίμως, ὑπὲρ Χρστοῦ τοῦ

Θεοῦ, ὅθεν σοῦ δεόμεθα, μακράν ἀπέλασον, ἐξ᾽ ἡμῶν ταἵς πρεσβείαις σου παθῶν τὴν

ὁμίχλην, καὶ τῶν περιστάσεων, πικράν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας

θυμηδίας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.

Ἦχος πλ. δ΄.

∆έσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης

ἀνάγκης καὶ θλίψεως.

Ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν

σκέπην σου.

Ὁ Ἱερεύς· ∆ι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς.
Ὁ λαός· Ἀμήν.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ 9.9

ΙΕΡΟΝ ΠΑΡΕΚΚΛΗΣΙΟΝ ΤΗΣ ΕΝ ΛΑΡΙΣΗ

ΠΑΛΑΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ι.ΕΙΚΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓ.ΦΑΝΟΥΡΙΟΥ

Λεωφ.Καραμανλῆ- Ἀρκαδίου 413 36 Λάρισα. Τηλ.-Fax:2410280569 e-mail: [email protected]


Click to View FlipBook Version